§8.21.1Ἔκστρεψον καὶ θέασαι οἷόν ἐστι, γηρᾶσαν δὲ οἷον γίνεται, νοσῆσαν δέ, πορνεῦσαν.
把它翻转过来,看看它是什么样子,变老时是什么样子,生病时是什么样子,堕落时又是什么样子。
Βραχύβιον καὶ ὁ ἐπαινῶν καὶ ὁ ἐπαινούμενος καὶ ὁ μνημονεύων καὶ ὁ μνημονευόμενος.
赞美者与被赞美者、记住他人者与被记住者,生命都是短暂的。
προσέτι δὲ καὶ ἐν γωνίᾳ τούτου τοῦ κλίματος καὶ οὐδὲ ἐνταῦθα πάντες συμφωνοῦσι καὶ οὐδὲ αὐτός τις ἑαυτῷ· καὶ ὅλη δὲ ἡ γῆ στιγμή.
而且,这还是在这片土地的一个角落里,甚至在此处大家也并不一致,甚至同一个人也无法与自己保持一致;而整个地球也不过是一个点。