§8.18.1Ἔξω τοῦ κόσμου τὸ ἀποθανὸν οὐ πίπτει.
死去的事物不会坠落到宇宙之外。
ὧδε μένει καὶ μεταβάλλει ὧδε καὶ διαλύεται εἰς τὰ ἴδια, ἃ στοιχεῖά ἐστι τοῦ κόσμου καὶ σά.
它留在这里,在这里变化,并分解为它固有的要素,这些要素是宇宙的元素,也是你的元素。
καὶ αὐτὰ δὲ μεταβάλλει καὶ οὐ γογγύζει.
而这些元素本身也在变化,并且不发怨言。