§8.12.1Ὅταν ἐξ ὕπνου δυσχερῶς ἐγείρῃ, ἀναμιμνῄσκου ὅτι κατὰ τὴν κατασκευήν σου ἐστὶ καὶ κατὰ τὴν ἀνθρωπικὴν φύσιν τὸ πράξεις κοινωνικὰς ἀποδιδόναι, τὸ δὲ καθεύδειν κοινὸν καὶ τῶν ἀλόγων ζῴων·
当你懒于从睡眠中醒来时,请记住:履行社会性的行为是符合你的构造、符合人的本性的,而睡眠则是与无理性的动物所共有的。
ὃ δὲ κατὰ φύσιν ἑκάστῳ, τοῦτο οἰκειότερον καὶ προσφυέστερον καὶ δὴ καὶ προσηνέστερον.
而对于每个个体而言,凡是符合其本性的,便是更为切身的、更为适合的,甚至也是更为愉悦的。