§8.1.1Καὶ τοῦτο πρὸς τὸ ἀκενόδοξον φέρει, ὅτι οὐκέτι δύνασαι τὸν βίον ὅλον ἢ τόν γε ἀπὸ νεότητος φιλόσοφον βεβιωκέναι, ἀλλὰ πολλοῖς τε ἄλλοις καὶ αὐτὸς σεαυτῷ δῆλος γέγονας πόρρω φιλοσοφίας ὤν.
这也引导人消除虚荣,因为你已无法将整个人生,或至少是自青年时代以来的生活,作为哲学家度过,而是无论在许多他人面前还是在你自己的眼中,你都已显然远离了哲学。
πέφυρσαι οὖν, ὥστε τὴν μὲν δόξαν τὴν τοῦ φιλοσόφου κτήσασθαι οὐκέτι σοι ῥᾴδιον· ἀνταγωνίζεται δὲ καὶ ἡ ὑπόθεσις.
因此,你的生活已然混杂,以至于要获得哲学家的声誉对你而言已不再容易;而且你的世俗处境也与之相对立。
εἴπερ οὖν ἀληθῶς ἑώρακας ποῦ κεῖται τὸ πρᾶγμα, τὸ μὲν τί δόξεις ἄφες, ἀρκέσθητι δέ, εἰ κἂν τὸ λοιπὸν τοῦ βίου ὅσον δήποτε, ὡς ἡ σὴ φύσις θέλει, βιώσῃ.
因此,如果你真的已经看清了事情的本质所在,就请丢开你将获得何种名声的想法,只要能顺应你自身的本性去度过所剩的无论多少余生,便当满足。
κατανόησον οὖν τί θέλει, καὶ ἄλλο μηδέν σε περισπάτω·
所以,去理解本性想要什么,不要让任何其他事物分散你的注意力。
πεπείρασαι γὰρ περὶ πόσα πλανηθεὶς οὐδαμοῦ εὗρες τὸ εὖ ζῆν, οὐκ ἐν συλλογισμοῖς, οὐκ ἐν πλούτῳ, οὐκ ἐν δόξῃ, οὐκ ἐν ἀπολαύσει, οὐδαμοῦ.
因为你已经历过,自己在多少事物中徘徊却无处找到“美好的生活”——不在逻辑论证中,不在财富中,不在名望中,不在享乐中,无处可寻。
ποῦ οὖν ἐστιν;
那么它在哪里呢?
ἐν τῷ ποιεῖν ἃ ἐπιζητεῖ ἡ τοῦ ἀνθρώπου φύσις.
就在于践行人类本性所追求的事物。
πῶς οὖν ταῦτα ποιήσεις;
那么你如何才能做到这一点呢?
ἐὰν δόγματα ἔχῃς ἀφ’ ὧν αἱ ὁρμαὶ καὶ αἱ πράξεις.
只要你拥有作为冲动与行为源泉的信念。
τίνα δόγματα;
什么样的信念?
περὶ ἀγαθῶν καὶ κακῶν, ὡς οὐδενὸς μὲν ἀγαθοῦ ὄντος ἀνθρώπῳ ὃ οὐχὶ ποιεῖ δίκαιον, σώφρονα, ἀνδρεῖον, ἐλεύθερον, οὐδενὸς δὲ κακοῦ ὃ οὐχὶ ποιεῖ τἀναντία τοῖς εἰρημένοις.
关于善与恶的信念:即对于人而言,凡不能使人变得公正、自制、勇敢、自由的,皆非善事;凡不能使人变得与上述相反的,皆非恶事。