§7.64.1Ἐπὶ μὲν παντὸς πόνου πρόχειρον ἔστω ὅτι οὐκ αἰσχρὸν οὐδὲ τὴν διάνοιαν τὴν κυβερνῶσαν χείρω ποιεῖ· οὔτε γὰρ καθὸ λογική ἐστιν οὔτε καθὸ κοινωνικὴ διαφθείρει αὐτήν.
在面对任何痛苦时,要随时准备好这一想法:痛苦并非可耻之事,它也不会使起支配作用的心灵变得更坏;因为无论是在其作为理性的层面上,还是在其作为社会的层面上,痛苦都不会破坏它。
ἐπὶ μέντοι τῶν πλείστων πόνων καὶ τὸ τοῦ Ἐπικούρου σοι βοηθείτω, ὅτι οὔτε ἀφόρητον οὔτε αἰώνιον, ἐὰν τῶν ὅρων μνημονεύῃς καὶ μὴ προσδοξάζῃς.
然而,在面对大多数痛苦时,让伊壁鸠鲁的格言也来帮助你:只要你记住其界限并且不外加成见,痛苦既非不可忍受,也非永久持续。
κἀκείνου δὲ μέμνησο, ὅτι πολλὰ πόνῳ τὰ αὐτὰ ὄντα λανθάνει, δυσχεραινόμενα· οἷον τὸ νυστάζειν καὶ τὸ καυματίζεσθαι καὶ τὸ ἀνορεκτεῖν·
还要记住这一点:许多被厌恶的事物,虽然实际上与痛苦相同,却不被察觉——例如,打瞌睡、受暑热以及没有食欲。
ὅταν οὖν τινι τούτων δυσαρεστῇς, λέγε ἑαυτῷ, ὅτι πόνῳ ἐνδίδως.
因此,当你对其中任何一种情况感到不满时,要对自己说:“你正在向痛苦屈服。 ”