§7.62.1Συνεχῶς ἐφιστάναι, τίνες εἰσὶν οὗτοι, ὑφ’ ὧν μαρτυρεῖσθαι θέλεις, καὶ τίνα ἡγεμονικὰ ἔχουσιν·
应当不断地思考,那些你希望得到其认可的人究竟是什么样的人,以及他们拥有怎样的支配中枢。
οὔτε γὰρ μέμψῃ τοῖς ἀκουσίως πταίουσιν οὔτε ἐπιμαρτυρήσεως δεήσῃ, ἐμβλέπων εἰς τὰς πηγὰς τῆς ὑπολήψεως καὶ ὁρμῆς αὐτῶν.
因为,如果你审视他们的见解和冲动的源头,你就既不会指责那些非自愿犯错的人,也不会需要他们的认可。