§7.3.1Πομπῆς κενοσπουδία, ἐπὶ σκηνῆς δράματα, ποίμνια, ἀγέλαι, διαδορατισμοί, κυνιδίοις ὀστάριον ἐρριμμένον, ψωμίον εἰς τὰς τῶν ἰχθύων δεξαμενάς, μυρμήκων ταλαιπωρίαι καὶ ἀχθοφορίαι, μυιδίων ἐπτοημένων διαδρομαί, σιγιλλάρια νευροσπαστούμενα.
仪式的虚妄热衷,舞台上的戏剧,羊群,牛群,持枪的模拟战,扔给小狗的骨头,投入鱼塘的碎面包,蚂蚁的劳碌与负重,惊惶的小鼠四处乱窜,受线牵引的木偶。
χρὴ οὖν ἐν τούτοις εὐμενῶς μὲν καὶ μὴ καταφρυαττόμενον ἑστάναι, παρακολουθεῖν μέντοι, ὅτι τοσούτου ἄξιος ἕκαστός ἐστιν, ὅσου ἄξιά ἐστι ταῦτα περὶ ἃ ἐσπούδακεν.
因此,必须在这之中,既怀着善意且不带傲慢地站立,然而又去观察到这一点:每个人的价值,仅仅等同于他所热切追求的事物的价值。