§7.2.1Τὰ δόγματα πῶς ἄλλως δύναται νεκρωθῆναι, ἐὰν μὴ αἱ κατάλληλοι αὐτοῖς φαντασίαι σβεσθῶσιν, ἃς διηνεκῶς ἀναζωπυρεῖν ἐπὶ σοί ἐστι.
除非与信念相对应的表象被熄灭,否则这些信念又怎能以其他方式消亡呢? 而不断重新点燃这些表象,是在你自己的掌控之中的。
δύναμαι περὶ τούτου ὃ δεῖ ὑπολαμβάνειν·
对于这件事,我能够做出应当做出的判断。
εἰ δύναμαι, τί ταράσσομαι;
如果我能做到,我为何还要烦恼?
τὰ ἔξω τῆς ἐμῆς διανοίας οὐδὲν ὅλως πρὸς τὴν ἐμὴν διάνοιαν.
我心灵之外的事物,与我的心灵毫无关系。
τοῦτο μάθε καὶ ὀρθὸς εἶ.
领悟这一点,你便能挺立。
Ἀναβιῶναί σοι ἔξεστιν·
你完全可以重新活过来。
ἴδε πάλιν τὰ πράγματα, ὡς ἑώρας· ἐν τούτῳ γὰρ τὸ ἀναβιῶναι.
像你过去看待事物那样,重新看待它们吧;因为重新活过来,就在于此。