§7.26.1Ὅταν τις ἁμάρτῃ τι εἰς σέ, εὐθὺς ἐνθυμοῦ τί ἀγαθὸν ἢ κακὸν ὑπολαβὼν ἥμαρτε.
当有人对你犯下过错时,立刻想一想,他是基于何种对善或恶的设想而犯错的。
τοῦτο γὰρ ἰδὼν ἐλεήσεις αὐτὸν καὶ οὔτε θαυμάσεις οὔτε ὀργισθήσῃ.
因为一旦看到这一点,你就会怜悯他,既不会感到惊异,也不会感到愤怒。
ἤτοι γὰρ καὶ αὐτὸς τὸ αὐτὸ ἐκείνῳ ἀγαθὸν ἔτι ὑπολαμβάνεις ἢ ἄλλο ὁμοειδές· δεῖ οὖν συγγινώσκειν.
因为你要么自己仍将他所认为的同一样东西视为善,要么将同类的其他东西视为善;因此,你理当宽恕。
εἰ δὲ μηκέτι ὑπολαμβάνεις τὰ τοιαῦτα ἀγαθὰ καὶ κακά, ῥᾷον εὐμενὴς ἔσῃ τῷ παρορῶντι.
但如果你不再将这些东西视为善恶,你就更容易对犯错之人保持温和。