§7.22.1Ἴδιον ἀνθρώπου φιλεῖν καὶ τοὺς πταίοντας.
爱那些犯错的人也是人类独有的本分。
τοῦτο δὲ γίνεται, ἐὰν συμπροσπίπτῃ σοι, ὅτι καὶ συγγενεῖς καὶ δι’ ἄγνοιαν καὶ ἄκοντες ἁμαρτάνουσι καὶ ὡς μετ’ ὀλίγον ἀμφότεροι τεθνήξεσθε, καὶ πρὸ πάντων, ὅτι οὐκ ἔβλαψέ σε· οὐ γὰρ τὸ ἡγεμονικόν σου χεῖρον ἐποίησεν ἢ πρόσθεν ἦν.
而如果以下想法浮现在你脑海中,这便会发生:即他们也是你的同胞,他们是因无知且违背意愿而犯错,以及不久之后你们双方都将死去,而最重要的是,他并没有伤害你,因为他并没有使你的主导理性变得比以前更坏。