§7.18.1Φοβεῖταί τις μεταβολήν;
有人害怕变化吗?
τί γὰρ δύναται χωρὶς μεταβολῆς γενέσθαι, τί δὲ φίλτερον ἢ οἰκειότερον τῇ τῶν ὅλων φύσει;
因为没有变化,什么能发生呢? 又有什么比这对于万物的本性更亲切、更契合呢?
σὺ δὲ αὐτὸς λούσασθαι δύνασαι, ἐὰν μὴ τὰ ξύλα μεταβάλῃ;
如果木柴不发生变化,你自身能沐浴吗?
τραφῆναι δὲ δύνασαι, ἐὰν μὴ τὰ ἐδώδιμα μεταβάλῃ;
如果食物不发生变化,你能获得营养吗?
ἄλλο δέ τι τῶν χρησίμων δύναται συντελεσθῆναι χωρὶς μεταβολῆς;
还有其他任何有用的事物,能在没有变化的情况下被完成吗?
οὐχ ὁρᾷς οὖν ὅτι καὶ αὐτὸ τὸ σὲ μεταβαλεῖν ὅμοιόν ἐστι καὶ ὁμοίως ἀναγκαῖον τῇ τῶν ὅλων φύσει;
那么,难道你看不出,你自己发生变化这件事也是类似的,并且对于万物的本性而言同样是必不可少的吗?