§7.13.1Οἷόν ἐστιν ἐν ἡνωμένοις τὰ μέλη τοῦ σώματος, τοῦτον ἔχει τὸν λόγον ἐν διεστῶσι τὰ λογικά, πρὸς μίαν τινὰ συνεργίαν κατεσκευασμένα.
在结合在一起的整体中身体的肢体所具有的关系,在分离的存在中,为了某种单一的协作而构造出来的理性存在者也同样具有。
μᾶλλον δέ σοι ἡ τούτου νόησις προσπεσεῖται, ἐὰν πρὸς ἑαυτὸν πολλάκις λέγῃς, ὅτι μέλος εἰμὶ τοῦ ἐκ τῶν λογικῶν συστήματος.
如果你经常对自己说:“我是由理性存在者组成的系统的一个肢体”,你对这一点的理解就会更加深刻。
ἐὰν δὲ διὰ τοῦ ῥῶ στοιχείου μέρος εἶναι ἑαυτὸν λέγῃς, οὔπω ἀπὸ καρδίας φιλεῖς τοὺς ἀνθρώπους· οὔπω σε καταληκτικῶς εὐφραίνει τὸ εὐεργετεῖν· ἔτι ὡς πρέπον αὐτὸ ψιλὸν ποιεῖς, οὔπω ὡς ἑαυτὸν εὖ ποιῶν.
但如果你用字母“rho”说自己是一个“部分”,你就还没有从心底里热爱人类;行善还没有让你得到充分且确信的快乐;你仍仅仅因为它是合宜的事而做它,而不是把它当作在对自己行善。