§6.46.1Ὥσπερ προσίσταταί σοι τὰ ἐν τῷ ἀμφιθεάτρῳ καὶ τοῖς τοιούτοις χωρίοις ὡς ἀεὶ τὰ αὐτὰ ὁρώμενα, καὶ τὸ ὁμοειδὲς προσκορῆ τὴν θέαν ποιεῖ, τοῦτο καὶ ἐπὶ ὅλου τοῦ βίου πάσχειν·
正如在圆形剧场及类似场所中的表演,因总是看到同样的东西而让你心生厌烦,其单一性使观赏变得令人疲倦一样,对于这整个生命,你也同样经历着这一点。
πάντα γὰρ ἄνω κάτω τὰ αὐτὰ καὶ ἐκ τῶν αὐτῶν.
因为一切事物,无论上下,都是相同的,且源于相同的事物。
μέχρι τίνος οὖν;
那么,要到什么时候为止呢?