§6.44.1Εἰ μὲν οὖν ἐβουλεύσαντο περὶ ἐμοῦ καὶ τῶν ἐμοὶ συμβῆναι ὀφειλόντων οἱ θεοί, καλῶς ἐβουλεύσαντο· ἄβουλον γὰρ θεὸν οὐδὲ ἐπινοῆσαι ῥᾴδιον, κακοποιῆσαι δέ με διὰ τίνα αἰτίαν ἔμελλον ὁρμᾶν;
如果神明确实对我以及注定要发生在我身上的事做出了筹划,那么他们的筹划是美好的;因为要设想一个缺乏筹划的神明是不容易的,而且他们有什么理由要致力于伤害我呢?
τί γὰρ αὐτοῖς ἢ τῷ κοινῷ, οὗ μάλιστα προνοοῦνται, ἐκ τούτου περιεγένετο;
因为这样做对他们自己,或者对他们最关切的共同体,能带来什么好处呢?
εἰ δὲ μὴ ἐβουλεύσαντο κατ’ ἰδίαν περὶ ἐμοῦ, περί γε τῶν κοινῶν πάντως ἐβουλεύσαντο, οἷς κατ’ ἐπακολούθησιν καὶ ταῦτα συμβαίνοντα ἀσπάζεσθαι καὶ στέργειν ὀφείλω.
但是,如果他们没有单独为我筹划,他们也必定为共同的利益做出了筹划,而作为其伴随结果而落在我身上的这些事,我应当欣然接受并安于其中。
§6.44.2εἰ δʼ ἄρα περὶ μηδενὸς βουλεύονται (πιστεύειν μὲν οὐχ ὅσιον ἢ μηδὲ θύωμεν μηδὲ εὐχώμεθα μηδὲ ὀμνύωμεν μηδὲ τὰ ἄλλα πράσσωμεν ἃ παρ’ ἕκαστα ὡς πρὸς παρόντας καὶ συμβιοῦντας τοὺς θεοὺς πράσσομεν), εἰ δ’ ἄρα περὶ μηδενὸς τῶν καθ’ ἡμᾶς βουλεύονται, ἐμοὶ μὲν ἔξεστι περὶ ἐμαυτοῦ βουλεύεσθαι, ἐμοὶ δέ ἐστι σκέψις περὶ τοῦ συμφέροντος.
但是,如果他们确实不为任何事筹划(如此相信是不虔敬的,否则我们就不该献祭,不该祈祷,不该起誓,也不该做其他任何我们平时所做的、仿佛神明就在身边并与我们共同生活一样的事情)——但是,如果他们确实不为我们的事务所筹划,那么我至少可以为自己筹划,我也拥有对切身利益进行探究的自由。
συμφέρει δὲ ἑκάστῳ τὸ κατὰ τὴν ἑαυτοῦ κατασκευὴν καὶ φύσιν, ἡ δὲ ἐμὴ φύσις λογικὴ καὶ πολιτική.
而对每个人有利的,就是符合他自身的构造与本性的事物;而我的本性是理性的、政治的。
Πόλις καὶ πατρὶς ὡς μὲν Ἀντωνίνῳ μοι ἡ Ῥώμη, ὡς δὲ ἀνθρώπῳ ὁ κόσμος.
作为安东尼,我的城市和祖国是罗马;但作为人,则是宇宙。
τὰ ταῖς πόλεσιν οὖν ταύταις ὠφέλιμα μόνα ἐστί μοι ἀγαθά.
因此,只有对这些城市有益的事物,对我而言才是善的。