§6.42.1Πάντες εἰς ἓν ἀποτέλεσμα συνεργοῦμεν, οἱ μὲν εἰδότως καὶ παρακολουθητικῶς, οἱ δὲ ἀνεπιστάτως, ὥσπερ καὶ τοὺς καθεύδοντας, οἶμαι, ὁ Ἡράκλειτος ἐργάτας εἶναι λέγει καὶ συνεργοὺς τῶν ἐν τῷ κόσμῳ γινομένων.
我们都在为同一个结果而协同工作,有的人是有意识且自觉地,有的人则是无意识地,正如我以为赫拉克利特所说,甚至连那些睡眠中的人也是宇宙中发生之事的工人和协同合作者。
ἄλλος δὲ κατ’ ἄλλο συνεργεῖ, ἐκ περιουσίας δὲ καὶ ὁ μεμφόμενος καὶ ὁ ἀντιβαίνειν πειρώμενος καὶ ἀναιρεῖν τὰ γινόμενα· καὶ γὰρ τοῦ τοιούτου ἔχρῃζεν ὁ κόσμος.
有人以这种方式协同,有人则以那种方式;甚至那抱怨的、试图反抗并消除所发生之事的人,也都在绰绰有余地协同工作;因为宇宙也需要这样的人。
λοιπὸν οὖν σύνες εἰς τίνας σεαυτὸν κατατάσσεις·
那么,剩下的就是去理解你将自己归入哪一类。
ἐκεῖνος μὲν γὰρ πάντως σοι καλῶς χρήσεται ὁ τὰ ὅλα διοικῶν καὶ παραδέξεταί σε ὡς μέρος τι τῶν συνεργῶν καὶ συνεργητικῶν, ἀλλὰ σὺ μὴ τοιοῦτο μέρος γένῃ, οἷος ὁ εὐτελὴς καὶ γελοῖος στίχος ἐν τῷ δράματι, οὗ Χρύσιππος μέμνηται.
因为那统治万物者无论如何都会善用你,并会接纳你作为协同者和合作者的一分子;但你不要成为像克里西普斯所提到的戏剧中那句低俗可笑的台词那样的一部分。