Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §6.30.1-6.30.4

防止被帝位腐蚀与效法安东尼乌斯的德行

第 167 段,共 486 段 · 希腊语

内容简介

作者自勉要保持哲学所要求的道德纯洁,详细列举了前任皇帝安东尼乌斯·庇护的种种美德和严谨的生活态度,以求能像他一样问心无愧地迎接生命的终点。

§6.30.1Ὅρα μὴ ἀποκαισαρωθῇς, μὴ βαφῇς· γίνεται γάρ.
注意不要被凯撒化,不要被染指;因为这是会发生的。
τήρησον οὖν σεαυτὸν ἁπλοῦν, ἀγαθόν, ἀκέραιον, σεμνόν, ἄκομψον, τοῦ δικαίου φίλον, θεοσεβῆ, εὐμενῆ, φιλόστοργον, ἐρρωμένον πρὸς τὰ πρέποντα ἔργα.
因此,要保持你自己的朴素、善良、纯洁、庄重、不造作、正义之友、敬畏神明、和蔼、富有挚爱、对于合宜的工作坚强有力。
ἀγώνισαι, ἵνα τοιοῦτος συμμείνῃς, οἷόν σε ἠθέλησε ποιῆσαι φιλοσοφία.
要努力奋斗,使自己保持为哲学所希望你成为的那种人。
αἰδοῦ θεούς, σῷζε ἀνθρώπους.
敬畏神明,拯救世人。
βραχὺς ὁ βίος· εἶς καρπὸς τῆς ἐπιγείου ζωῆς, διάθεσις ὁσία καὶ πράξεις κοινωνικαί.
生命是短暂的;尘世生命的唯一果实是神圣的性情和符合社会公益的行动。
§6.30.2πάντα ὡς Ἀντωνίνου μαθητής· τὸ ὑπὲρ τῶν κατὰ λόγον πρασσομένων εὔτονον ἐκείνου καὶ τὸ ὁμαλὲς πανταχοῦ καὶ τὸ ὅσιον καὶ τὸ εὔδιον τοῦ προσώπου καὶ τὸ μειλίχιον καὶ τὸ ἀκενόδοξον καὶ τὸ περὶ τὴν κατάληψιν τῶν πραγμάτων φιλότιμον· §6.30.3καὶ ὡς ἐκεῖνος οὐκ ἄν τι ὅλως παρῆκε μὴ πρότερον εὖ μάλα κατιδὼν καὶ σαφῶς νοήσας· καὶ ὡς ἔφερεν ἐκεῖνος τοὺς ἀδίκως αὐτὸν μεμφομένους μὴ ἀντιμεμφόμενος· καὶ ὡς ἐπ’ οὐδὲν ἔσπευδεν· καὶ ὠς διαβολὰς οὐκ ἐδέχετο· καὶ ὡς ἀκριβὴς ἦν ἐξεταστὴς ἠθῶν καὶ πράξεων καὶ οὐκ ὀνειδιστής, οὐ ψοφοδεής, οὐχ ὑπόπτης, οὐ σοφιστής· καὶ ὡς ὀλίγοις ἀρκούμενος, οἷον οἰκήσει, στρωμνῇ, ἐσθῆτι, τροφῇ, ὑπηρεσίᾳ· §6.30.4καὶ ὡς φιλόπονος καὶ μακρόθυμος· καὶ οἷος μένειν ἐν τῷ αὐτῷ μέχρι ἑσπέρας, διὰ τὴν λιτὴν δίαιταν μηδὲ τοῦ ἀποκρίνειν τὰ περιττώματα παρὰ τὴν συνήθη ὥραν χρῄζων· καὶ τὸ βέβαιον καὶ ὅμοιον ἐν ταῖς φιλίαις αὐτοῦ· καὶ τὸ ἀνέχεσθαι τῶν ἀντιβαινόντων παρρησιαστικῶς ταῖς γνώμαις αὐτοῦ καὶ χαίρειν εἴ τίς τι δεικνύοι κρεῖττον· καὶ ὡς θεοσεβὴς χωρὶς δεισιδαιμονίας· ἵν’ οὕτως εὐσυνειδήτῳ σοι ἐπιστῇ ἠ τελευταία ὥρα ὡς ἐκείνῳ.
在一切事上都要作安东尼乌斯的弟子:他对于顺应理性的行为的坚韧,他在一切地方的平易温和,他的虔诚,他的面容的宁静,他的温和,他的毫无虚荣心,他对于把握事物的热切;以及他如何绝不放过任何事情,除非先充分审视并清晰理解;以及他如何忍受那些不公正地指责他的人,而不予以反唇相讥;以及他如何在任何事上都不急躁;以及他如何不接纳诽谤;以及他如何是对性格和行为的精确审视者,而不指责人,不胆怯,不猜疑,不耍诡辩;以及他如何满足于微薄之物,如住所、床铺、衣服、食物、侍从;以及他如何勤勉而有耐心;以及他是那种能一直待在同一个地方直到黄昏的人,由于饮食简单,甚至除了通常的时间外不需要排泄;以及他在友谊中的稳固和始终如一;以及他容忍那些坦率反对他意见的人,并且如果有人指出更好的意见,他就感到高兴;以及他如何敬畏神明而无迷信;好让你的最后一刻在临到你时,也像临到他时那样拥有问心无愧的良知。

词汇与语法注释

  1. 6.30.1Ὅρα μὴ ἀποκαισαρωθῇς — ὅρα μή 后接虚拟语气(ἀποκαισαρωθῇς)的结构,表示强烈的警告或禁止(“注意不要……”)。
  2. 6.30.3οὐκ ἄν τι ὅλως παρῆκε — 助词 ἄν 与直陈式过去时(παρῆκε)结合,表示过去反复发生的动作或习惯(“他绝不会放过……”)。
  3. 6.30.4ἵν’ οὕτως εὐσυνειδήτῳ σοι ἐπιστῇ ἡ τελευταία ὥρα — 连词 ἵνα 引导目的从句。它表明了从 §6.30.2 开头的“πάντα ὡς Ἀντωνίνου μαθητής”起,前面一连串榜样(名词短语和 ὡς 从句)的最终目的,作为整个长句在功能上的总结。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §6.30.1-6.30.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:6.30.1-6.30.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。