§6.30.1Ὅρα μὴ ἀποκαισαρωθῇς, μὴ βαφῇς·
カイサル化しないように、染まらないように注意せよ。
γίνεται γάρ.
なぜなら、そうなりがちだからだ。
τήρησον οὖν σεαυτὸν ἁπλοῦν, ἀγαθόν, ἀκέραιον, σεμνόν, ἄκομψον, τοῦ δικαίου φίλον, θεοσεβῆ, εὐμενῆ, φιλόστοργον, ἐρρωμένον πρὸς τὰ πρέποντα ἔργα.
それゆえ、自分自身を単純に、善く、純真に、厳かに、飾らず、正義の友、神を敬う者、親切な者、情愛深い者、ふさわしい行いに対して強健な者として保て。
ἀγώνισαι, ἵνα τοιοῦτος συμμείνῃς, οἷόν σε ἠθέλησε ποιῆσαι φιλοσοφία.
哲学があなたをそうあらせようと望んだような、そのような人間のままでいられるよう努めよ。
αἰδοῦ θεούς, σῷζε ἀνθρώπους.
神々を畏れ、人々を救え。
βραχὺς ὁ βίος·
人生は短い。
εἶς καρπὸς τῆς ἐπιγείου ζωῆς, διάθεσις ὁσία καὶ πράξεις κοινωνικαί.
地上の生における唯一の果実は、神聖な心のあり方と、共同体のための行いである。
§6.30.2πάντα ὡς Ἀντωνίνου μαθητής·
すべてにおいてアントニヌスの弟子として[行え]。
τὸ ὑπὲρ τῶν κατὰ λόγον πρασσομένων εὔτονον ἐκείνου καὶ τὸ ὁμαλὲς πανταχοῦ καὶ τὸ ὅσιον καὶ τὸ εὔδιον τοῦ προσώπου καὶ τὸ μειλίχιον καὶ τὸ ἀκενόδοξον καὶ τὸ περὶ τὴν κατάληψιν τῶν πραγμάτων φιλότιμον·
理性にかなって行われることに対する彼の精力的な態度、どこにおいても一貫していること、その敬虔さ、穏やかな表情、優しさ、虚栄心のなさ、事物の把握に対する熱心さ。
§6.30.3καὶ ὡς ἐκεῖνος οὐκ ἄν τι ὅλως παρῆκε μὴ πρότερον εὖ μάλα κατιδὼν καὶ σαφῶς νοήσας·
また、彼が十分に調べ、明確に理解するまでは、何事をも決して見過ごそうとしなかったこと。
καὶ ὡς ἔφερεν ἐκεῖνος τοὺς ἀδίκως αὐτὸν μεμφομένους μὴ ἀντιμεμφόμενος·
また、自分を不当に非難する人々に対して、非難し返すことなく耐えていたこと。
καὶ ὡς ἐπ’ οὐδὲν ἔσπευδεν·
また、何事にも急がなかったこと。
καὶ ὠς διαβολὰς οὐκ ἐδέχετο·
また、中傷を受け入れなかったこと。
καὶ ὡς ἀκριβὴς ἦν ἐξεταστὴς ἠθῶν καὶ πράξεων καὶ οὐκ ὀνειδιστής, οὐ ψοφοδεής, οὐχ ὑπόπτης, οὐ σοφιστής·
また、人格や行為の厳格な吟味者でありながら、咎め立てせず、臆病でなく、疑い深くなく、詭弁を弄さなかったこと。
καὶ ὡς ὀλίγοις ἀρκούμενος, οἷον οἰκήσει, στρωμνῇ, ἐσθῆτι, τροφῇ, ὑπηρεσίᾳ·
また、住まい、寝具、衣類、食物、召使いなど、わずかなもので満足していたこと。
§6.30.4καὶ ὡς φιλόπονος καὶ μακρόθυμος·
また、勤勉で耐え忍び強かったこと。
καὶ οἷος μένειν ἐν τῷ αὐτῷ μέχρι ἑσπέρας, διὰ τὴν λιτὴν δίαιταν μηδὲ τοῦ ἀποκρίνειν τὰ περιττώματα παρὰ τὴν συνήθη ὥραν χρῄζων·
また、質素な食事のために通常の時間以外には排泄の必要さえなく、夕方まで同じ場所に留まっていることができるような人であったこと。
καὶ τὸ βέβαιον καὶ ὅμοιον ἐν ταῖς φιλίαις αὐτοῦ·
また、彼の友情における堅実さと不変さ。
καὶ τὸ ἀνέχεσθαι τῶν ἀντιβαινόντων παρρησιαστικῶς ταῖς γνώμαις αὐτοῦ καὶ χαίρειν εἴ τίς τι δεικνύοι κρεῖττον·
また、自分の意見に率直に反対する人々に耐え、誰かがより良い意見を示したときには喜んだこと。
καὶ ὡς θεοσεβὴς χωρὶς δεισιδαιμονίας·
また、彼が迷信なしに神を敬う人であったこと。
ἵν’ οὕτως εὐσυνειδήτῳ σοι ἐπιστῇ ἠ τελευταία ὥρα ὡς ἐκείνῳ.
それは、最期の時が彼に訪れたように、良心に恥じないあなたのもとにも訪れるためである。