§6.20.1Ἐν τοῖς γυμνασίοις καὶ ὄνυξι κατέδρυψέ τις καὶ τῇ κεφαλῇ ἐρραγεὶς πληγὴν ἐποίησεν, ἀλλ’ οὔτε ἐπισημαινόμεθα οὔτε προσκόπτομεν οὔτε ὑφορώμεθα ὕστερον ὡς ἐπίβουλον·
在体育场上,有人可能会用指甲抓伤我们,或者用头撞击我们而造成伤害;但我们既不表示愤慨,也不感到被冒犯,事后也不会怀疑他们心怀诡计。
καίτοι φυλαττόμεθα, οὐ μέντοι ὡς ἐχθρὸν οὐδὲ μεθ’ ὑποψίας, ἀλλ’ ἐκκλίσεως εὐμενοῦς.
诚然,我们会防备他们,但既不把他们当作敌人,也不怀有疑心,而是出于善意的避让。
τοιοῦτόν τι γινέσθω καὶ ἐν τοῖς λοιποῖς μέρεσι τοῦ βίου· πολλὰ παρενθυμώμεθα τῶν οἷον προσγυμναζομένων.
在生活的其他各个方面,也应当发生类似的事情;对于那些可以说是我们“陪练对手”的人所做出的许多事情,我们应当予以宽容(不予计较)。
ἔξεστι γάρ, ὡς ἔφην, ἐκκλίνειν καὶ μήτε ὑποπτεύειν μήτε ἀπέχθεσθαι.
因为正如我所说,在既不怀疑也不憎恨他们的情况下,进行避让是可能的。