Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §6.16.1-6.16.5

大众赞誉的虚妄与依本性构造的行动

第 153 段,共 486 段 · 希腊语

内容简介

作者指出,动植物般的被动功能及大众的赞美并无真正价值,真正的价值在于根据人自身特有的构造和理智来行动与克制。

§6.16.1Οὔτε τὸ διαπνεῖσθαι ὡς τὰ φυτὰ τίμιον οὔτε τὸ ἀναπνεῖν ὡς τὰ βοσκήματα καὶ τὰ θηρία οὔτε τὸ τυποῦσθαι κατὰ φαντασίαν οὔτε τὸ νευροσπαστεῖσθαι καθ’ ὁρμὴν οὔτε τὸ συναγελάζεσθαι οὔτε τὸ τρέφεσθαι· τοῦτο γὰρ ὅμοιον τῷ ἀποκρίνειν τὰ περιττώματα τῆς τροφῆς.
像植物那样蒸散,并不值得珍视;像牲畜和野兽那样呼吸,也并不值得珍视;依照表象接受印记,依照冲动像木偶般被线拉动,成群结队,以及摄取营养,也同样不值得珍视;因为摄取营养就像排泄食物的残渣一样。
§6.16.2τί οὖν τίμιον;
那么,什么才是值得珍视的呢?
τὸ κροτεῖσθαι;
是受到鼓掌吗?
οὐχί.
不。
οὐκοῦν οὐδὲ τὸ ὑπὸ γλωσσῶν κροτεῖσθαι· αἱ γὰρ παρὰ τῶν πολλῶν εὐφημίαι κρότος γλωσσῶν.
因此,受到舌头的鼓掌也同样不值得珍视;因为大众的颂扬不过是舌头的鼓掌。
ἀφῆκας οὖν καὶ τὸ δοξάριον·
如此你也放弃了虚名。
τί καταλείπεται τίμιον;
那么,还剩下什么值得珍视呢?
δοκῶ μὲν τὸ κατὰ τὴν ἰδίαν κατασκευὴν κινεῖσθαι καὶ ἴσχεσθαι, ἐφ’ ὅ καὶ αἱ ἐπιμέλειαι ἄγουσι καὶ αἱ τέχναι.
在我看来,那就是根据自己特有的构造来行动和克制,而这也是一切照料和技艺所引导的方向。
§6.16.3ἥ τε γὰρ τέχνη πᾶσα τούτου στοχάζεται, ἵνα τὸ κατασκευασθὲν ἐπιτηδείως ἔχῃ πρὸς τὸ ἔργον πρὸς ὅ κατεσκεύασται· ὅ τε φυτουργὸς καὶ ὁ ἐπιμελούμενος τῆς ἀμπέλου, καὶ ὁ πωλοδάμνης καὶ ὁ τοῦ κυνὸς ἐπιμελούμενος τοῦτο ζητεῖ.
因为一切技艺都以此为目标,使所制造出的东西适宜于它被制造出来的目的;无论是园丁、照料葡萄藤的人,还是驯马师、照料犬只的人,都在追求这一点。
αἱ δὲ παιδαγωγίαι, αἱ δὲ διδασκαλίαι ἐπὶ τί σπεύδουσιν;
而育儿和教学又在朝着什么努力呢?
§6.16.4ὧδε οὖν τὸ τίμιον καὶ τοῦτο μὲν ἂν εὖ ἔχῃ, οὐδὲν τῶν ἄλλων περιποιήσεις σεαυτῷ.
因此,值得珍视的东西就在于此。 如果这一点做好了,你就不会为自己去谋求任何其他事物。
οὐ παύσῃ καὶ ἄλλα πολλὰ τιμῶν;
你难道不停止珍视许多其他事物吗?
οὔτ’ οὖν ἐλεύθερος ἔσῃ οὔτε αὐτάρκης οὔτε ἀπαθής·
否则你既不会获得自由,也不会自足,更不会免于情念。
ἀνάγκη γὰρ φθονεῖν, ζηλοτυπεῖν, ὑφορᾶσθαι τοὺς ἀφελέσθαι ἐκεῖνα δυναμένους, ἐπιβουλεύειν τοῖς ἔχουσι τὸ τιμώμενον ὑπὸ σοῦ.
因为你必然会嫉妒、羡慕、猜忌那些能够夺走这些事物的人,并对那些拥有被你珍视之物的人心怀不轨。
ὅλως πεφύρθαι ἀνάγκη τὸν ἐκείνων τινὸς ἐνδεῆ, προσέτι δὲ πολλὰ καὶ τοῖς θεοῖς μέμφεσθαι.
总之,缺乏其中任何一样事物的人,必然会陷入混乱,而且还会对神明多有怨言。
§6.16.5ἡ δὲ τῆς ἰδίας διανοίας αἰδὼς καὶ τιμὴ σεαυτῷ τε ἀρεστόν σε ποιήσει καὶ τοῖς κοινωνοῖς εὐάρμοστον καὶ τοῖς θεοῖς σύμφωνον, τουτέστιν ἐπαινοῦντα ὅσα ἐκεῖνοι διανέμουσι καὶ διατετάχασιν.
而对你自身理智的敬重和珍视,将使你对自己感到满意,与同伴相处融洽,并与神明保持和谐,也就是说,赞美他们所分配和规定的一切。

词汇与语法注释

  1. 6.16.1διαπνεῖσθαι — 动词 διαπνέω(透气、蒸散)的现在时被动不定式。此处指植物的“蒸散作用”,与动物的呼吸(ἀναπνεῖν)相对比。
  2. 6.16.1νευροσπαστεῖσθαι — 动词 νευροσπαθέω(用线拉动)的现在时被动不定式。这是马可·奥勒留特有的比喻,将缺乏自主理性、被动物性冲动(ὁρμή)盲目驱使的状态比作受线操纵的木偶。
  3. 6.16.2δοκῶ — 意为“在我看来”、“我认为”(相当于拉丁语的 mihi videor)。引入后续的不定式短语 τὸ ... κινεῖσθαι καὶ ἴσχεσθαι(根据特有的构造行动和克制)作为其补足成分。
  4. 6.16.4πεφύρθαι — 动词 φύρω(混合、使混乱)的完成时被动不定式。它作为无人称句 ἀνάγκη(必须、必然)的主语(或补足成分),其不定式的宾格逻辑主语是 τὸν ἐκείνων τινὸς ἐνδεῆ(缺乏其中任何一样事物的人)。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §6.16.1-6.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:6.16.1-6.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。