§6.10.1Ἤτοι κυκεὼν καὶ ἀντεμπλοκὴ καὶ σκεδασμὸς ἢ ἕνωσις καὶ τάξις καὶ πρόνοια.
或是混杂、纠缠与消散,或是统一、秩序与摄理。
εἰ μὲν οὗν τὰ πρότερα, τί καὶ ἐπιθυμῶ εἰκαίῳ συγκρίματι καὶ φυρμῷ τοιούτῳ ἐνδιατρίβειν;
若是前者,我为何还渴望留在这样一种偶然的结合与混沌之中?
τί δέ μοι καὶ μέλει ἄλλου τινὸς ἢ τοῦ ὅπως ποτὲ ʽαἶα γίνεσθαιʼ;
除了如何有朝一日“化为泥土”之外,我又何必关心其他任何事情?
τί δὲ καὶ ταράσσομαι;
我又为何要感到不安?
ἥξει γὰρ ἐπ̓ ἐμὲ ὁ σκεδασμός, ὅ τι ἂν ποιῶ.
因为无论我做什么,消散终将临到我。
εἰ δὲ θάτερά ἐστι, σέβω καὶ εὐσταθῶ καὶ θαρρῶ τῷ διοικοῦντι.
但若是后者,我便敬畏、安定,并信赖那主宰者。