Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §5.10.1-5.10.2

事物的晦暗与顺应普遍本性的安宁

第 111 段,共 486 段 · 希腊语

内容简介

指出事物的不可知性、生命的短暂以及容忍他人与自我的困难,并阐明在如此混乱中,人应当顺应宇宙整体的本性、忠实于自身的守护神,以此寻求内心的安宁。

§5.10.1Τὰ μὲν πράγματα ἐν τοιαύτῃ τρόπον τινὰ ἐγκαλύψει ἐστίν, ὥστε φιλοσόφοις οὐκ ὀλίγοις οὐδὲ τοῖς τυχοῦσιν ἔδοξε παντάπασιν ἀκατάληπτα εἶναι, πλὴν αὐτοῖς γε τοῖς Στωικοῖς δυσκατάληπτα δοκεῖ·
事物在某种意义上处于如此的遮蔽之中,以至于在不少哲学家,甚至不是平庸的哲学家看来,它们是完全不可理解的;即便在斯多葛派学者自己看来,它们也是难以理解的。
καὶ πᾶσα ἡ ἡμετέρα συγκατάθεσις μεταπτώτη· ποῦ γὰρ ὁ ἀμετάπτωτος;
我们所有的同意也都是易变的;因为哪里有永恒不变的人呢?
μέτιθι τοίνυν ἐπ’ αὐτὰ τὰ ὑποκείμενα ὡς ὀλιγοχρόνια καὶ εὐτελῆ καὶ δυνάμενα ἐν κτήσει κιναίδου ἢ πόρνης ἢ λῃστοῦ εἶναι.
因此,请将注意力转向事物底层的物质本身,它们是多么短暂、低劣,并且可能落入男娼、妓女或强盗之手。
μετὰ τοῦτο ἔπιθι ἐπὶ τὰ τῶν συμβιούντων ἤθη, ὧν μόλις ἐστὶ καὶ τοῦ χαριεστάτου ἀνασχέσθαι, ἵνα μὴ λέγω, ὅτι καὶ ἑαυτόν τις μόγις ὑπομένει.
在此之后,再去观察与你共同生活者的品性,其中即使是最令人愉悦的人,也是难以忍受的,更不用说一个人连自己都很难忍受了。
§5.10.2ἐν τοιούτῳ οὖν ζόφῳ καὶ ῥύπῳ καὶ τοσαύτῃ ῥύσει τῆς τε οὐσίας καὶ τοῦ χρόνου καὶ τῆς κινήσεως καὶ τῶν κινουμένων τί ποτέ ἐστι τὸ ἐκτιμηθῆναι ἢ τὸ ὅλως σπουδασθῆναι δυνάμενον, οὐδ’ ἐπινοῶ.
因此,在如此的黑暗与污秽中,在物质、时间、运动以及被运动者的如此流转之中,究竟有什么东西值得被珍视,或者究竟有什么东西值得去认真追求,我甚至无法想象。
τοὐναντίον γὰρ δεῖ παραμυθούμενον ἑαυτὸν περιμένειν τὴν φυσικὴν λύσιν καὶ μὴ ἀσχάλλειν τῇ διατριβῇ, ἀλλὰ τούτοις μόνοις προσαναπαύεσθαι· ἑνὶ μὲν τῷ, ὅτι οὐδὲν συμβήσεταί μοι ὃ οὐχὶ κατὰ τὴν τῶν ὅλων φύσιν ἐστίν· ἑτέρῳ δέ, ὅτι ἔξεστί μοι μηδὲν πράσσειν παρὰ τὸν ἐμὸν θεὸν καὶ δαίμονα· οὐδεὶς γὰρ ὁ ἀναγκάσων τοῦτον παραβῆναι.
相反,人应当安慰自己,等待自然的解体,不因这滞留而烦躁,而只在以下两件事中寻求安宁:第一,任何不符合宇宙整体本性的事情,都不会发生在我的身上;第二,不去做任何违背我自己的神与守护神之事,这是我所能做到的;因为没有人能强迫我违背它。

词汇与语法注释

  1. §5.10.1οὐδὲ τοῖς τυχοῦσιν — 与否定词连用,意为“即便是非同寻常的(一流的)哲学家”。ὁ τυχών 意为“偶然遇到的人”或“平庸之辈”。
  2. §5.10.1ὧν μόλις ἐστὶ καὶ τοῦ χαριεστάτου ἀνασχέσθαι — 关系代词属格 ὧν 以 τῶν συμβιούντων 为先行词,作为部分属格修饰之后的 τοῦ χαριεστάτου(其中最令人愉悦者)。非人称动词 ἐστί 在此意为“是可能的”,支配不定式 ἀνασχέσθαι。
  3. §5.10.1ἵνα μὴ λέγω — 虽然字面意思是“为了让我不说”(目的从句形式),但修辞上作为插入语,表示“更不用说”或“无需提及”。
  4. §5.10.2τὸ ἐκτιμηθῆναι ἢ τὸ ὅλως σπουδασθῆναι δυνάμενον — 冠词不定式 ἐκτιμηθῆναι(被珍视)与 σπουδασθῆναι(被追求)受中性分词 δυνάμενον(能……的)修饰,形成“能被珍视或被追求的事物”这一整体结构。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §5.10.1-5.10.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:5.10.1-5.10.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。