Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §5.33.1

世俗事物的虚无与至死方休的生活之道

第 134 段,共 486 段 · 希腊语

内容简介

作者阐述了世俗事物的虚无与死亡的不可避免性,强调了人生中真正足够的事物:敬畏神明、对人行善以及忍耐命运。

§5.33.1Ὅσον οὐδέπω σποδὸς ἢ σκελετὸς καὶ ἤτοι ὄνομα ἢ οὐδὲ ὄνομα, τὸ δὲ ὄνομα ψόφος καὶ ἀπήχημα.
用不了多久,你就会化为灰烬或一具枯骨,只剩下一个名字,或者连名字也没有;而名字也不过是声音和回响。
τὰ δὲ ἐν τῷ βίῳ πολυτίμητα κενὰ καὶ σαπρὰ καὶ μικρὰ καὶ κυνίδια διαδακνόμενα καὶ παιδία φιλόνεικα, γελῶντα, εἶτα εὐθὺς κλαίοντα·
生活中那些备受推崇的事物都是虚无、腐朽和微不足道的,就像互相撕咬的小狗,或者好争吵的孩子,刚还在笑,转眼就哭。
πίστις δὲ καὶ αἰδὼς καὶ δίκη καὶ ἀλήθεια "πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης.
而信任、敬畏、正义与真理,已经 “从宽阔道路的大地飞往奥林匹斯。
" τί οὖν ἔτι τὸ ἐνταῦθα κατέχον, εἴ γε τὰ μὲν αἰσθητὰ εὐμετάβλητα καὶ οὐχ ἑστῶτα, τὰ δὲ αἰσθητήρια ἀμυδρὰ καὶ εὐπαρατύπωτα, αὐτὸ δὲ τὸ ψυχάριον ἀναθυμίασις ἀφ’ αἵματος, τὸ δὲ εὐδοκιμεῖν παρὰ τοιούτοις κενόν;
” 那么,如果可感知的万物易变且不稳定,感觉器官模糊且易受蒙骗,这微不足道的灵魂本身不过是血液的蒸气,而在这样的人中获得好名声又是虚妄的,那还有什么能把你留在这里呢?
τί οὖν;
那么该怎么办?
περιμένεις ἵλεως τὴν εἴτε σβέσιν εἴτε μετάστασιν·
以宽容的心等待着,无论是消亡还是转折。
ἕως δὲ ἐκείνης ὁ καιρὸς ἐφίσταται, τί ἀρκεῖ;
而在那时刻到来之前,什么才是足够的呢?
τί δὲ ἄλλο ἢ θεοὺς μὲν σέβειν καὶ εὐφημεῖν, ἀνθρώπους δὲ εὖ ποιεῖν καὶ ἀνέχεσθαι αὐτῶν καὶ ἀπέχεσθαι· ὅσα δὲ ἐντὸς ὅρων τοῦ κρεᾳδίου καὶ τοῦ πνευματίου, ταῦτα μεμνῆσθαι μήτε σὰ ὄντα μήτε ἐπὶ σοί.
除了敬畏神明并颂扬他们,对人们行善,容忍他们并与他们保持距离,并记住,凡是在这微贱的肉体与气息范围之内的一切,既不属于你,也不由你做主,还能有什么呢?

词汇与语法注释

  1. §5.33.1Ὅσον οὐδέπω — 意为“即刻”、“不久”的成语。此处省略了第二人称单数将来时直陈语气动词(如 ἔσῃ,“你将成为”)。
  2. §5.33.1πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης — 引用自赫西俄德《工作与时日》第197行。在原诗中,主语是“羞耻”(Aidōs)与“义愤”(Nemesis)离开大地,而在此处主语被替换为信任(πίστις)等美德,且动词(如 ᾔτην 或 ἔβησαν)被省略。
  3. §5.33.1ἀνέχεσθαι αὐτῶν καὶ ἀπέχεσθαι — 反映了斯多葛学派(尤其是爱比克泰德)著名的行为准则“忍耐与克制”(sustine et abstine)。不定式 ἀνέχεσθαι 与 ἀπέχεσθαι 均支配属格代词 αὐτῶν(指人)。
  4. §5.33.1μεμνῆσθαι μήτε σὰ ὄντα μήτε ἐπὶ σοί — μεμνῆσθαι 是用作命令的不定式(命令性不定式)。前面的关系代词从句 ὅσα... 被指示代词 ταῦτα(中性复数宾格)复指,并作为分词 ὄντα 的逻辑主语(宾格)。短语 ἐπὶ σοί(在你的控制下)由介词 ἐπί +与格构成,体现了斯多葛学派关于“取决于你(在你的权能之内)”的核心概念。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §5.33.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:5.33.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。