§5.3.1Ἄξιον ἑαυτὸν κρῖνε παντὸς λόγου καὶ ἔργου τοῦ κατὰ φύσιν καὶ μή σε περισπάτω ἡ ἐπακολουθοῦσά τινων μέμψις ἢ λόγος, ἀλλά, εἰ καλὸν πεπρᾶχθαι ἢ εἰρῆσθαι, μὴ σεαυτὸν ἀπαξίου.
视你自己配得上任何顺应自然的言行。 不要让随之而来的某些人的指责或议论使你分心;相反,如果某事值得去做或去说,就不要认为自己配不上它。
ἐκεῖνοι μὲν γὰρ ἴδιον ἡγεμονικὸν ἔχουσι καὶ ἰδίᾳ ὁρμῇ χρῶνται· ἃ σὺ μὴ περιβλέπου, ἀλλ’ εὐθεῖαν πέραινε ἀκολουθῶν τῇ φύσει τῇ ἰδίᾳ καὶ τῇ κοινῇ, μία δὲ ἀμφοτέρων τούτων ὁδός.
因为那些人有他们自己的主导部分,并遵循他们自己的冲动;你不要环顾这些事情,而要遵循你自己的自然和共同的自然,径直前行,因为这两者的道路本是一条。