§5.29.1Ὡς ἐξελθὼν ζῆν διανοῇ, οὕτως ἐνταῦθα ζῆν ἔξεστιν·
正如你打算在离开之后那样生活,你也同样可以在这里生活。
ἐὰν δὲ μὴ ἐπιτρέπωσι, τότε καὶ τοῦ ζῆν ἔξιθι, οὕτως μέντοι ὡς μηδὲν κακὸν πάσχων.
但如果他们不允许,那就离开生命本身,然而,要像一个没有遭受任何痛苦的人那样。
καπνὸς καὶ ἀπέρχομαι·
有烟,所以我离开。
τί αὐτὸ πρᾶγμα δοκεῖς;
你为什么觉得这是一件大不了的事?
μέχρι δέ με τοιοῦτον οὐδὲν ἐξάγει, μένω ἐλεύθερος καὶ οὐδείς με κωλύσει ποιεῖν ἃ θέλω· θέλω δὲ κατὰ φύσιν τοῦ λογικοῦ καὶ κοινωνικοῦ ζῴου.
但是,只要没有任何此类事情将我驱逐,我便保持自由,没有人能阻止我做我想做的事;而我想做的事,就是顺应理性与社会性动物的天性。