§5.28.1Τῷ γράσωνι μήτι ὀργίζῃ, μήτι τῷ ὀζοστόμῳ ὀργίζῃ;
你会对身上有狐臭的人生气吗? 会对口臭人生气吗?
τί σοι ποιήσει;
他能把你怎么样呢?
τοιοῦτον στόμα ἔχει, τοιαύτας μάλας ἔχει, ἀνάγκη τοιαύτην ἀποφορὰν ἀπὸ τοιούτων γίνεσθαι.
他有那样的嘴,有那样的腋窝,从这样的东西里产生这样的气味是不可避免的。
—ἀλλ’ ὁ ἄνθρωπος λόγον ἔχει, φησί, καὶ δύναται συννοεῖν ἐφιστάνων τί πλημμελεῖ.
——“但是,”有人说,“人有理性,如果他加以注意,就能明白自己错在哪里。
—εὖ σοι γένοιτο·
”——祝你好运!
τοιγαροῦν καὶ σὺ λόγον ἔχεις, κίνησον λογικῇ διαθέσει λογικὴν διάθεσιν, δεῖξον, ὑπόμνησον·
那么,你也有理性,用你的理性倾向去打动他的理性倾向,指给他看,提醒他。
εἰ γὰρ ἐπαίει, θεραπεύσεις καὶ οὐ χρεία ὀργῆς.
因为如果他听从了,你就会治好他,而无需动怒。
Οὔτε τραγῳδὸς οὔτε πόρνη.
既不要像悲剧演员,也不要像娼妓。