§5.27.1ʽΣυζῆν θεοῖς.
“与神同居。
ʼ συζῇ δὲ θεοῖς ὁ συνεχῶς δεικνὺς αὐτοῖς τὴν ἑαυτοῦ ψυχὴν ἀρεσκομένην μὲν τοῖς ἀπονεμομένοις, ποιοῦσαν δὲ ὅσα βούλεται ὁ δαίμων, ὃν ἑκάστῳ προστάτην καὶ ἡγεμόνα ὁ Ζεὺς ἔδωκεν, ἀπόσπασμα ἑαυτοῦ.
”而与神同居者,是那些向神不断展示自己的灵魂的人——其灵魂既满足于所分配给它的一切,又履行着守护神所意欲的一切;这守护神是宙斯分出自身的一部分,给每个人作为保护者和引导者的。
οὗτος δέ ἐστιν ὁ ἑκάστου νοῦς καὶ λόγος.
而这就是每个人的理智与理性。