§5.18.1Οὐδὲν οὐδενὶ συμβαίνει ὃ οὐχὶ πέφυκε φέρειν.
任何事情都不会发生在任何一个天性无法承受其的人身上。
ἄλλῳ τὰ αὐτὰ συμβαίνει καὶ ἤτοι ἀγνοῶν ὅτι συμβέβηκεν, ἢ ἐπιδεικνύμενος μεγαλοφροσύνην, εὐσταθεῖ καὶ ἀκάκωτος μένει.
同样的事情发生在另一个人身上,而他要么因不知道事情已经发生,要么为了显示器量宽宏,而保持镇定、不受伤寒。
δεινὸν οὖν ἄγνοιαν καὶ ἀρέσκειαν ἰσχυροτέρας εἶναι φρονήσεως.
因此,无知和虚饰竟然比智慧更有力量,这是令人遗憾的。