§5.16.1Οἷα ἂν πολλάκις φαντασθῇς, τοιαύτη σοι ἔσται ἡ διάνοια· βάπτεται γὰρ ὑπὸ τῶν φαντασιῶν ἡ ψυχή.
你经常想象什么,你的心灵就会变成什么样;因为灵魂是被这些想象所着色的。
βάπτε οὐν αὐτὴν τῇ συνεχείᾳ τῶν τοιούτων φαντασιῶν· οἷον, ὅτι ὅπου ζῆν ἐστιν, ἐκεῖ καὶ εὖ ζῆν· ἐν αὐλῇ δὲ ζῆν ἐστιν· ἔστιν ἄρα καὶ εὖ ζῆν ἐν αὐλῇ.
因此,用这样连续不断的想象来着色它:例如,“在可以生活的地方,也可以很好地生活;但在宫廷里也是可以生活的;因此,在宫廷里也可以很好地生活。
καὶ πάλιν, ὅτι οὗπερ ἕνεκεν ἕκαστον κατεσκεύασται, πρὸς τοῦτο φέρεται· πρὸς ὃ φέρεται δέ, ἐν τούτῳ τὸ τέλος αὐτοῦ· ὅπου δὲ τὸ τέλος, ἐκεῖ καὶ τὸ συμφέρον καὶ τὸ ἀγαθὸν ἑκάστου· τὸ ἄρα ἀγαθὸν τοῦ λογικοῦ ζῴου κοινωνία.
”又如,“每一事物为了什么目的而被构造,它就向着这个目的前进;而它所向着前进的,它的终点就在其中;而在终点所在的地方,也有着每一事物的利益和善;因此,理性动物的善就是社会共同体。
ὅτι γὰρ πρὸς κοινωνίαν γεγόναμεν, πάλαι δέδεικται·
”因为我们是为了社会共同体而生的,这一点早已被证明。
ἢ οὐκ ἦν ἐναργὲς ὅτι τὰ χείρω τῶν κρειττόνων ἕνεκεν, τὰ δὲ κρείττω ἀλλήλων;
难道这不是显而易见的吗:较差的事物是为了较好的事物而存在,而较好的事物则是为了彼此而存在?
κρείττω δὲ τῶν μὲν ἀψύχων τὰ ἔμψυχα, τῶν δὲ ἐμψύχων τὰ λογικά.
而在无生命的事物之上是有生命的事物,在有生命的事物之上则是理性的事物。