§5.13.1Ἐξ αἰτιώδους καὶ ὑλικοῦ συνέστηκα, οὐδέτερον δὲ τούτων εἰς τὸ μὴ ὂν φθαρήσεται, ὥσπερ οὐδὲ ἐκ τοῦ μὴ ὄντος ὑπέστη.
我由因果的要素与质料的要素构成,而这两者中任何一个都不会消灭归于无,正如它们最初也不是从无中产生的一样。
οὐκοῦν καταταχθήσεται πᾶν μέρος ἐμὸν κατὰ μεταβολὴν εἰς μέρος τι τοῦ κόσμου καὶ πάλιν ἐκεῖνο εἰς ἕτερον μέρος τι τοῦ κόσμου μεταβαλεῖ καὶ ἤδη εἰς ἄπειρον.
因此,我的每一个部分都将随着变化被重新归入宇宙的某个部分,而那部分又将变化为宇宙的另一个部分,如此以至无穷。
κατὰ τοιαύτην δὲ μεταβολὴν κἀγὼ ὑπέστην καὶ οἱ ἐμὲ γεννήσαντες καὶ ἐπανιόντι εἰς ἄλλο ἄπειρον.
通过这样的变化,我得以产生,生我的父母也是如此,若往过去追溯,则又进入另一个无穷。
οὐδὲν γὰρ κωλύει οὕτως φάναι, κἂν κατὰ περιόδους πεπερασμένας ὁ κόσμος διοικῆται.
因为没有任何理由阻止我们这样说,即使宇宙是按照有限的周期被管理着。