§5.12.1Ὁποῖά τινά ἐστι τὰ τοῖς πολλοῖς δοκοῦντα ἀγαθά, κἂν ἐντεῦθεν λάβοις.
那些在众人看来是善的事物究竟是何种性质,你也可以从以下这点中领会。
εἰ γάρ τις ἐπινοήσειεν ὑπάρχοντά τινα ὡς ἀληθῶς ἀγαθά, οἷον φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν, οὐκ ἂν ταῦτα προεπινοήσας ἐπακοῦσαι δυνηθείη τό· ʽὑπὸ τῶν ἀγαθῶνʼ, οὐ γὰρ ἐφαρμόσει.
因为如果有人设想出某些真正作为善而存在的事物,例如智慧、节制、正义、勇敢,那么在预先设想了这些之后,他就无法听得进“因其善物”这句话,因为这无法适用。
τὰ δέ γε τοῖς πολλοῖς φαινόμενα ἀγαθὰ προεπινοήσας τις ἐπακούσεται καὶ ῥᾳδίως δέξεται ὡς οἰκείως ἐπιλεγόμενον τὸ ὑπὸ τοῦ κωμικοῦ εἰρημένον.
但如果有人预先设想了那些在众人眼里显现为善的事物,他就会倾听并轻易接受喜剧作家所说的话,认为那是恰当的补充。
οὕτως καὶ οἱ πολλοὶ φαντάζονται τὴν διαφοράν·
由此,甚至众人自己也能察觉到这两者之间的区别。
οὐ γὰρ ἂν τοῦτο μὲν προσέκοπτε καὶ ἀπηξιοῦτο, τὸ δὲ ἐπὶ τοῦ πλούτου καὶ τῶν πρὸς τρυφὴν ἢ δόξαν εὐκληρημάτων παρεδεχόμεθα ὡς ἱκνουμένως καὶ ἀστείως εἰρημένον.
因为否则的话,前者就不会引起反感并被拒绝,而我们也不会在将后者应用于财富以及带来奢侈或名望的幸运之事时,接受其为恰当且风趣的话语。
πρόιθι οὖν καὶ ἐρώτα, εἰ τιμητέον καὶ ἀγαθὰ ὑποληπτέον τὰ τοιαῦτα, ὧν προεπινοηθέντων οἰκείως ἂν ἐπιφέροιτο τὸ τὸν κεκτημένον αὐτὰ ὑπὸ τῆς εὐπορίας ʽοὐκ ἔχειν ὅποι χέσῃʼ.
因此,请进一步追问:我们是否应当尊重并视此类事物为善? ——对于这些事物,一旦预先设想了它们,便能恰当地套用那句说其拥有者因富足而“无处排泄”的俗语。