§5.11.1Πρὸς τί ποτε ἄρα νῦν χρῶμαι τῇ ἐμαυτοῦ ψυχῇ;
那么,我现在究竟把自己的灵魂用于何处?
παρ’ ἕκαστα τοῦτο ἐπανερωτᾶν ἑαυτὸν καὶ ἐξετάζειν τί μοί ἐστι νῦν ἐν τούτῳ τῷ μορίῳ, ὃ δὴ ἡγεμονικὸν καλοῦσι, καὶ τίνος ἄρα νῦν ἔχω ψυχήν;
应当在每个时刻都这样反复追问自己并加以检验:在他们称之为支配中枢的这部分之中,现在我拥有什么? 我此时拥有的究竟是谁的灵魂?
μήτι παιδίου;
难道是小孩子的?
μήτι μειρακίου;
年轻人的?
μήτι γυναικαρίου;
平庸妇人的?
μήτι τυράννου;
暴君的?
μήτι κτήνους;
家畜的?
μήτι θηρίου;
还是野兽的?