§4.50.1Ἰδιωτικὸν μέν, ὅμως δὲ ἀνυστικὸν βοήθημα πρὸς θανάτου καταφρόνησιν ἡ ἀναπόλησις τῶν γλίσχρως ἐνδιατριψάντων τῷ ζῆν.
虽然粗俗,但对于轻视死亡却行之有效的帮助,是去回想那些执着于生命而长寿的人。
τί οὖν αὐτοῖς πλέον ἢ τοῖς ἀώροις;
那么,他们比那些早夭的人多得到了什么呢?
πάντως πού ποτε κεῖνται, Καδικιανός, Φάβιος, Ἰουλιανός, Λέπιδος ἢ εἴ τις τοιοῦτος, οἳ πολλοὺς ἐξήνεγκαν, εἶτα ἐξηνέχθησαν·
他们最终都躺在某处,卡迪基亚努斯、法比乌斯、朱利安努斯、雷比达,或任何此类的人,他们曾送了许多人去安葬,随后自己也被送去安葬。
ὅλον, μικρόν ἐστι τὸ διάστημα καὶ τοῦτο δι’ ὅσων καὶ μεθ’ οἵων ἐξαντλούμενον καὶ ἐν οἵῳ σωματίῳ;
总体而言,这段间隔是短暂的,而且它是在经历了多少磨难、与怎样的人共处、并在怎样微不足道的肉体中被消耗殆尽的啊!
μὴ οὖν ὡς πρᾶγμα.
因此,不要把它看作是一件大事。
βλέπε γὰρ ὀπίσω τὸ ἀχανὲς τοῦ αἰῶνος καὶ τὸ πρόσω ἄλλο ἄπειρον.
因为向后看看那浩瀚无垠的岁月,向前看看另一个无限。
ἐν δὴ τούτῳ τί διαφέρει ὁ τριήμερος τοῦ τριγερηνίου;
在这之中,活了三天的人与活了三代的人又有什么区别呢?