§4.36.1Θεώρει διηνεκῶς πάντα κατὰ μεταβολὴν γινόμενα καὶ ἐθίζου ἐννοεῖν, ὅτι οὐδὲν οὕτως φιλεῖ ἡ τῶν ὅλων φύσις ὡς τὸ τὰ ὄντα μεταβάλλειν καὶ ποιεῖν νέα ὅμοια.
不断地观察一切事物如何在变化中产生,并使自己习惯于去思考:宇宙的本性最喜爱的莫过于改变现存的事物,并创造出与其相似的新事物。
σπέρμα γὰρ τρόπον τινὰ πᾶν τὸ ὃν τοῦ ἐξ αὐτοῦ ἐσομένου, σὺ δὲ μόνα σπέρματα φαντάζῃ τὰ εἰς γῆν ἣ μήτραν καταβαλλόμενα, τοῦτο δὲ λίαν ἰδιωτικόν.
因为在某种意义上,一切存在之物都是那将要由它而生之物的种子;而你却以为只有播入土中或子宫里的才是种子,这实在是太肤浅了。