Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §4.32.1-4.32.2

前代人的消逝与顺应自身天性

第 82 段,共 486 段 · 希腊语

内容简介

通过回顾过去皇帝的时代,作者展示了无数人过着相同的生活后消逝而去,强调了遵循自身天赋并对每个行为付出适当关注的重要性。

§4.32.1Ἐπινόησον λόγου χάριν τοὺς ἐπὶ Οὐεσπασιανοῦ καιρούς, ὄψει τὰ αὐτὰ πάντα γαμοῦντας, παιδοτροφοῦντας, νοσοῦντας, ἀποθνῄσκοντας, πολεμοῦντας, ἑορτάζοντας, ἐμπορευομένους, γεωργοῦντας, κολακεύοντας, αὐθαδιζομένους, ὑποπτεύοντας, ἐπιβουλεύοντας, ἀποθανεῖν τινας εὐχομένους, γογγύζοντας ἐπὶ τοῖς παροῦσιν, ἐρῶντας, θησαυρίζοντας, ὑπατείας, βασιλείας ἐπιθυμοῦντας·
例如,设想一下维斯帕先的时代,你将会看到完全相同的一切:人们结婚、育儿、生病、死亡、交战、节日庆典、经商、务农、奉承、傲慢、怀疑、密谋、祈求他人死亡、抱怨现状、恋爱、积蓄财产、渴望执政官或君王之位。
οὐκοῦν ἐκεῖνος μὲν ὁ τούτων βίος οὐκέτι οὐδαμοῦ.
然而,他们的那种生活如今已无处寻觅。
§4.32.2πάλιν ἐπὶ τοὺς καιροὺς τοὺς Τραιανοῦ μετάβηθι· πάλιν τὰ αὐτὰ πάντα· τέθνηκε κἀκεῖνος ὁ βίος.
再次,转向图拉真时代吧;依然是完全相同的一切;那段生活也已经死去了。
ὁμοίως καὶ τὰς ἄλλας ἐπιγραφὰς χρόνων καὶ ὅλων ἐθνῶν ἐπιθεώρει καὶ βλέπε, πόσοι κατενταθέντες μετὰ μικρὸν ἔπεσον καὶ ἀνελύθησαν εἰς τὰ στοιχεῖα·
同样地,去观察其他时代以及整个民族的记录,看看有多少人在极度操劳之后,不一会儿就倒下,并分解回元素之中。
μάλιστα δὲ ἀναπολητέον ἐκείνους, οὓς αὐτὸς ἔγνως κενὰ σπωμένους, ἀφέντας ποιεῖν τὸ κατὰ τὴν ἰδίαν κατασκευὴν καὶ τούτου ἀπρὶξ ἔχεσθαι καὶ τούτῳ ἀρκεῖσθαι.
而你尤其应当回想那些你曾亲自认识的人,他们追求虚无之物,放弃了去做符合自身禀赋的事,也不紧紧抓住它,不以此为满足。
ἀναγκαῖον δὲ ὧδε τὸ μεμνῆσθαι, ὅτι καὶ ἡ ἐπιστροφὴ καθ’ ἑκάστην πρᾶξιν ἰδίαν ἀξίαν ἔχει καὶ συμμετρίαν· οὕτως γὰρ οὐκ ἀποδυσπετήσεις, ἐὰν μὴ ἐπὶ πλέον, ἢ προσῆκε, περὶ τὰ ἐλάσσω καταγίνῃ.
在此处,必须记住:对每一个行为所付出的关注也有其自身的价值和比例;因为这样一来,只要你不在琐事上投入超出适当的分外精力,你就不会感到灰心丧气。

词汇与语法注释

  1. 4.32.1ὄψει τὰ αὐτὰ πάντα γαμοῦντας — 这些宾格现在分词(γαμοῦντας 等)作为叙述性分词,修饰动词 ὄψει(你将看到)所省略的宾格复数宾语(例如“人们”)。
  2. 4.32.2ἀφέντας ποιεῖν τὸ κατὰ τὴν ἰδίαν κατασκευὴν καὶ τούτου ἀπρὶξ ἔχεσθαι καὶ τούτῳ ἀρκεῖσθαι — 不定过去时主动分词 ἀφέντας(源自 ἀφίημι,宾格复数阳性)修饰前面的 ἐκείνους,并支配三个并列的不定式:ποιεῖν、ἔχεσθαι(要求属格 τούτου)和 ἀρκεῖσθαι(要求与格 τούτῳ)。
  3. 4.32.2ἐὰν μὴ ἐπὶ πλέον, ἢ προσῆκε, περὶ τὰ ἐλάσσω καταγίνῃ — 条件从句由 ἐὰν μὴ 引导,与虚拟语气动词 καταγίνῃ 相连。在插入式比较句 ἢ προσῆκε 中,动词 προσῆκε 是无人称动词 προσήκει 的未完成过去时,意为“超出适当的程度”。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §4.32.1-4.32.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:4.32.1-4.32.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。