§4.24.1ʽὈλίγα πρῆσσε, φησίν, εἰ μέλλεις εὐθυμήσειν.
“他说:‘若求心境安宁,当少事。
ʼ μήποτε ἄμεινον τἀναγκαῖα πράσσειν καὶ ὅσα ὁ τοῦ φύσει πολιτικοῦ ζῴου λόγος αἱρεῖ καὶ ὡς αἱρεῖ;
’”然而,做必要之事,做天生具有社会性的动物之理性所要求的一切事,并以其所要求的方式去做,难道不是更好吗?
τοῦτο γὰρ οὐ μόνον τὴν ἀπὸ τοῦ καλῶς πράσσειν εὐθυμίαν φέρει, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ ὀλίγα πράσσειν.
因为这不仅带来因行得好而产生的安宁,也带来因少事而产生的安宁。
τὰ πλεῖστα γὰρ ὧν λέγομεν καὶ πράσσομεν οὐκ ἀναγκαῖα ὄντα ἐάν τις περιέλῃ, εὐσχολώτερος καὶ ἀταρακτότερος ἔσται.
实际上,我们所说和所做的大多数事情都不是必要的,如果有人能将其省去,他将拥有更多闲暇,更少烦扰。
ὅθεν δεῖ καὶ παῤ ἕκαστα ἑαυτὸν ὑπομιμνῄσκειν· μήτι τοῦτο τῶν οὐκ ἀναγκαίων;
因此,在每个场合都应当提醒自己:“这难道不是不必要的事之一吗?
δεῖ δὲ μὴ μόνον πράξεις τὰς μὴ ἀναγκαίας περιαιρεῖν, ἀλλὰ καὶ φαντασίας· οὕτως γὰρ οὐδὲ πράξεις παρέλκουσαι ἐπακολουθήσουσιν.
”而且,不仅应当省去不必要的行动,还应当省去不必要的表象;因为这样,多余的行动也就不会随之而来了。