§4.23.1Πᾶν μοι συναρμόζει ὃ σοὶ εὐάρμοστόν ἐστιν, ὦ κόσμε·
宇宙啊,凡是对你协调的,对我也是协调的。
οὐδέν μοι πρόωρον οὐδὲ ὄψιμον ὃ σοὶ εὔκαιρον.
凡是对你适时的,对我而言既不嫌早,也不嫌晚。
πᾶν μοι καρπὸς ὃ φέρουσιν αἱ σαὶ ὧραι, ὦ φύσις·
自然啊,凡是你的季节所带来的,对我而言都是果实。
ἐκ σοῦ πάντα, ἐν σοὶ πάντα, εἰς σὲ πάντα.
万物皆源于你,在于你,归于你。
ἐκεῖνος μέν φησιν· ʽὦ πόλι φίλη Κέκροπος· ʼ σὺ δὲ οὐκ ἐρεῖς· ʽὦ πόλι φίλη Διός; ʼ
那人说:“哦,亲爱的凯克洛普斯之城”;难道你不会说:“哦,亲爱的宙斯之城”吗?