§4.23.1Πᾶν μοι συναρμόζει ὃ σοὶ εὐάρμοστόν ἐστιν, ὦ κόσμε·
Everything harmonizes with me which is harmonious to you, O Universe.
οὐδέν μοι πρόωρον οὐδὲ ὄψιμον ὃ σοὶ εὔκαιρον.
Nothing is too early or too late for me which is in due time for you.
πᾶν μοι καρπὸς ὃ φέρουσιν αἱ σαὶ ὧραι, ὦ φύσις· ἐκ σοῦ πάντα, ἐν σοὶ πάντα, εἰς σὲ πάντα.
Everything is fruit to me which your seasons bring, O Nature: from you are all things, in you are all things, to you are all things.
ἐκεῖνος μέν φησιν· ʽὦ πόλι φίλη Κέκροπος· ʼ σὺ δὲ οὐκ ἐρεῖς· ʽὦ πόλι φίλη Διός; ʼ
That man says, 'O beloved city of Cecrops'; but will you not say, 'O beloved city of Zeus'?