§4.21.1Εἰ διαμένουσιν αἱ ψυχαί, πῶς αὐτὰς ἐξ ἀιδίου χωρεῖ ὁ ἀήρ;
如果灵魂得以存续,空气如何能自古以来一直容纳它们?
πῶς δὲ ἡ γῆ χωρεῖ τὰ τῶν ἐκ τοσούτου αἰῶνος θαπτομένων σώματα;
大地又如何能容纳如此漫长的岁月里被埋葬的人的身体?
ὥσπερ γὰρ ἐνθάδε ἡ τούτων μετὰ ποσήν τινα ἐπιδιαμονὴν μεταβολὴ καὶ διάλυσις χώραν ἄλλοις νεκροῖς ποιεῖ, οὕτως αἱ εἰς τὸν ἀέρα μεθιστάμεναι ψυχαί, ἐπὶ ποσὸν συμμείνασαι, μεταβάλλουσι καὶ χέονται καὶ ἐξάπτονται εἰς τὸν τῶν ὅλων σπερματικὸν λόγον ἀναλαμβανόμεναι καὶ τοῦτον τὸν τρόπον χώραν ταῖς προσσυνοικιζομέναις παρέχουσι.
因为,正如在这里,这些身体在停留一定时间后的变化和分解为其他尸体让出了空间,同样,那些迁移到空气中的灵魂,在共同停留一段时间后,也发生变化、消散并燃烧,被回收进宇宙的种子里性之中,并以此方式为那些随后迁来同住的灵魂让出空间。
τοῦτο δ’ ἄν τις ἀποκρίναιτο ἐφ’ ὑποθέσει τοῦ τὰς ψυχὰς διαμένειν.
在灵魂存续的假设下,人们或许会做出这样的回答。
§4.21.2χρὴ δὲ μὴ μόνον ἐνθυμεῖσθαι τὸ πλῆθος τῶν θαπτομένων οὑτωσὶ σωμάτων, ἀλλὰ καὶ τὸ τῶν ἑκάστης ἡμέρας ἐσθιομένων ζῴων ὑφ̓ ἡμῶν τε καὶ τῶν ἄλλων ζῴων.
然而,我们不仅要考虑这样被埋葬的身体的数量,还要考虑每天被我们和其他动物所食用的动物的数量。
ὅσος γὰρ ἀριθμὸς καταναλίσκεται καὶ οὑτωσί πως θάπτεται ἐν τοῖς τῶν τρεφομένων σώμασι, καὶ ὅμως δέχεται ἡ χώρα αὐτὰ διὰ τὰς ἐξαιματώσεις, διὰ τὰς εἰς τὸ ἀερῶδες ἢ πυρῶδες ἀλλοιώσεις.
因为有极其庞大的数量被消耗,并在某种程度上被埋葬在捕食它们的动物的体内! 但尽管如此,由于转化为血液,以及向气态或火态的转变,空间依然容纳了它们。
Τίς ἐπὶ τούτου ἡ ἱστορία τῆς ἀληθείας;
对此,探求真理的途径是什么?
διαίρεσις εἰς τὸ ὑλικὸν καὶ εἰς τὸ αἰτιῶδες.
就是将其划分为质料与原因。