§4.20.1Πᾶν τὸ καὶ ὁπωσοῦν καλὸν ἐξ ἑαυτοῦ καλόν ἐστι καὶ ἐφ’ ἑαυτὸ καταλήγει, οὐκ ἔχον μέρος ἑαυτοῦ τὸν ἔπαινον·
任何一种无论如何显为美的事物,都因其自身而美并在自身中完结,不把称赞作为自身的一部分。
οὔτε γοῦν χεῖρον ἣ κρεῖττον γίνεται τὸ ἐπαινούμενον.
因此无论如何,被称赞的东西并不会因此变得更坏或更好。
τοῦτό φημι καὶ ἐπὶ τῶν κοινότερον καλῶν λεγομένων, οἷον ἐπὶ τῶν ὑλικῶν καὶ ἐπὶ τῶν τεχνικῶν κατασκευασμάτων (τὸ γὰρ δὴ ὄντως καλὸν τίνος χρείαν ἔχει;
我说的这话也适用于那些更通俗地被称为美的事物,例如物质性的东西和工艺制品(因为那真正美丽的东西还需要什么呢?
οὐ μᾶλλον ἣ νόμος, οὐ μᾶλλον ἣ ἀλήθεια, οὐ μᾶλλον ἢ εὔνοια ἢ αἰδώς)·
不比法律更需要,不比真理更需要,也不比善意或羞耻心更需要)。
τί τούτων διὰ τὸ ἐπαινεῖσθαι καλόν ἐστιν ἢ ψεγόμενον φθείρεται;
这些东西中,有哪一个是由于被称赞而变美的,或者是由于被指责而受损的?
σμαράγδιον γὰρ ἑαυτοῦ χεῖρον γίνεται, ἐὰν μὴ ἐπαινῆται;
难道一块祖母绿如果不被称赞,它自身就会变差吗?
τί δὲ χρυσός, ἐλέφας, πορφύρα, λύρα, μαχαίριον, ἀνθύλλιον, δενδρύφιον;
金子、象牙、紫袍、里拉琴、小刀、小花、小树又是如何呢?