§4.19.1Ὁ περὶ τὴν ὑστεροφημίαν ἐπτοημένος οὐ φαντάζεται ὅτι ἕκαστος τῶν μεμνημένων αὐτοῦ τάχιστα καὶ αὐτὸς ἀποθανεῖται·
那热衷于死后名声的人,没有想到每一个记得他的人自己很快也会死去。
εἶτα πάλιν ὁ ἐκεῖνον διαδεξάμενος, μέχρι καὶ πᾶσα ἡ μνήμη ἀποσβῇ διὰ ἁπτομένων καὶ σβεννυμένων προιοῦσα.
然后是继承那人的人也同样如此,直到所有的记忆都彻底熄灭,而这记忆正是通过那些点燃又熄灭的人们而延续下来的。
ὑπόθου δ᾽, ὅτι καὶ ἀθάνατοι μὲν οἱ μεμνησόμενοι, ἀθάνατος δὲ ἡ μνήμη· τί οὖν τοῦτο πρὸς σέ;
但假定那些将要记住你的人是不朽的,记忆也是不朽的,那么,这对于你又有什么意义呢?
καὶ οὐ λέγω, ὅτι οὐδὲν πρὸς τὸν τεθνηκότα, ἀλλὰ πρὸς τὸν ζῶντα τί ὁ ἔπαινος, πλὴν ἄρα δι’ οἰκονομίαν τινά;
我并不是说这对于死者毫无意义,而是说对于生者,称赞又有什么用呢? 除非是为了某种实用目的。
πάρες γὰρ νῦν ἀκαίρως τὴν φυσικὴν δόσιν ἄλλου τινὸς ἐχομένην λόγου λοιπόν.
因为你现在不合时宜地放弃了自然的赐予,而这赐予竟依赖于别人以后的言论。