§4.12.1Δύο ταύτας ἑτοιμότητας ἔχειν ἀεὶ δεῖ· τὴν μὲν πρὸς τὸ πρᾶξαι μόνον ὅπερ ἂν ὁ τῆς βασιλικῆς καὶ νομοθετικῆς λόγος ὑποβάλλῃ ἐπʼ ὠφελείᾳ ἀνθρώπων· τὴν δὲ πρὸς τὸ μεταθέσθαι, ἐὰν ἄρα τις παρῇ διορθῶν καὶ μετάγων ἀπό τινος οἰήσεως.
必须始终保持这两种准备:一种是仅去行使那统治者与立法者的理性为了人类的福祉所建议的事;另一种是,如果有人在身边予以纠正,并引导你脱离某种偏执的成见,便改变自己的主意。
τὴν μέντοι μεταγωγὴν ἀεὶ ἀπό τινος πιθανότητος, ὡς δικαίου ἢ κοινωφελοῦς, γίνεσθαι καὶ τὰ προηγμένα τοιαῦτα μόνον εἶναι δεῖ, οὐχ ὅτι ἡδὺ ἢ ἔνδοξον ἐφάνη.
然而,这种改变必须始终源于某种令人信服的理由,例如由于它是公正的或符合公共利益的,而且被促成的行动也必须仅属于此类,而不能是因为它显得令人愉悦或令人荣耀。