§4.10.1Ὅτι “πᾶν τὸ συμβαῖνον δικαίως συμβαίνει”·
“一切发生之事,皆正义地发生。
ὃ ἐὰν ἀκριβῶς παραφυλάσσῃς, εὑρήσεις·
”如果你仔细观察,你就会发现这一点。
οὐ λέγω μόνον κατὰ τὸ ἑξῆς, ἀλλʼ ὅτι κατὰ τὸ δίκαιον καὶ ὡς ἂν ὑπό τινος ἀπονέμοντος τὸ κατʼ ἀξίαν.
我不仅是指按顺序发生,而且是指按照正义发生,就像由某个根据价值进行分配的人所做的那样。
παραφύλασσε οὖν ὡς ἤρξω, καί, ὅ τι ἂν ποιῇς, σὺν τούτῳ ποίει, σὺν τῷ ἀγαθὸς εἶναι, καθὸ νενόηται ἰδίως ὁ ἀγαθός.
因此,像你开始的那样继续观察,并且无论你做什么,都要伴随着它去做——伴随着成为一个好人,按照“好人”一词本身被理解的方式。
τοῦτο ἐπὶ πάσης ἐνεργείας σῷζε.
在每一次活动中都要保持这一点。