§3.7.1Μὴ τιμήσῃς ποτὲ ὡς συμφέρον σεαυτοῦ, ὃ ἀναγκάσει σέ ποτε τὴν πίστιν παραβῆναι, τὴν αἰδῶ ἐγκαταλιπεῖν, μισῆσαί τινα, ὑποπτεῦσαι, καταράσασθαι, ὑποκρίνασθαι, ἐπιθυμῆσαί τινος τοίχων καὶ παραπετασμάτων δεομένου.
绝不要将任何有朝一日会迫使你背弃信义、放弃羞恶之心、憎恨他人、怀疑、诅咒、虚伪,或者觊觎需要墙壁和帷幔遮掩之物的东西,视为对自己有益而加以重视。
ὁ γὰρ τὸν ἑαυτοῦ νοῦν καὶ δαίμονα καὶ τὰ ὄργια τῆς τούτου ἀρετῆς προελόμενος τραγῳδίαν οὐ ποιεῖ, οὐ στενάζει, οὐκ ἐρημίας, οὐ πολυπληθείας δεήσεται·
因为那选择自己心灵和神明、以及其德行奥秘的人,既不演悲剧,也不叹息,亦不需要孤独或人群。
τὸ μέγιστον, ζήσει μήτε διώκων μήτε φεύγων, πότερον δὲ ἐπὶ πλέον διάστημα χρόνου τῷ σώματι περιεχομένῃ τῇ ψυχῇ ἢ ἐπ’ ἔλασσον χρήσεται, οὐδ᾽ ὁτιοῦν αὐτῷ μέλει·
最重要的是,他在生活中既不追求也不逃避;至于他能将这被身体包裹着的灵魂使用较长还是较短的时间,他对此毫不在意。
κἂν γὰρ ἤδη ἀπαλλάσσεσθαι δέῃ, οὕτως εὐλύτως ἄπεισιν, ὡς ἄλλο τι τῶν αἰδημόνως καὶ κοσμίως ἐνεργεῖσθαι δυναμένων ἐνεργήσων, τοῦτο μόνον παρ’ ὅλον τὸν βίον εὐλαβούμενος, τὸ τὴν διάνοιαν ἔν τινι ἀνοικείῳ νοεροῦ καὶ πολιτικοῦ ζῴου τροπῇ γενέσθαι.
因为即使现在就必须离去,他也会如此洒脱地走,就像去从事任何其他可以庄重且有秩序地进行的行为一样。 在整个生命中,他唯一提防的只是:使自己的理智陷入任何不适合于理性和社会性动物的倾向。