Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §3.6.1-3.6.3

将正义与理性的德性视为至高之善的选择

第 40 段,共 486 段 · 希腊语

内容简介

作者指出,如果在生活中发现没有任何东西优于正义、真理以及内在神明的统治,就必须将这一至高无上的善置于首位,不受世俗诱惑的干扰。

§3.6.1Εἰ μὲν κρεῖττον εὑρίσκεις ἐν τῷ ἀνθρωπίνῳ βίῳ δικαιοσύνης, ἀληθείας, σωφροσύνης, ἀνδρείας καὶ καθάπαξ τοῦ ἀρκεῖσθαι ἑαυτῇ τὴν διάνοιάν σου, ἐν οἷς κατὰ τὸν λόγον τὸν ὀρθὸν πράσσοντά σε παρέχεται, καὶ τῇ εἱμαρμένῃ ἐν τοῖς ἀπροαιρέτως ἀπονεμομένοις· εἰ τούτου, φημί, κρεῖττόν τι ὁρᾷς, ἐπʼ ἐκεῖνο ἐξ ὅλης τῆς ψυχῆς τραπόμενος τοῦ ἀρίστου εὑρισκομένου ἀπόλαυε.
如果在人类生活中,你发现了任何比正义、真理、节制、勇敢,以及简而言之,比你的心灵在使你能够按照正确理性行动的事情上满足于自身,以及在并非出于你的选择而分派给你的事情上满足于命运更好的东西;如果,我说,你看到了任何比这更好的东西,那就全心全意地转向它,享受你所发现的那种最好的东西。
§3.6.2εἰ δὲ μηδὲν κρεῖττον φαίνεται αὐτοῦ τοῦ ἐνιδρυμένου ἐν σοὶ δαίμονος, τάς τε ἰδίας ὁρμὰς ὑποτεταχότος ἑαυτῷ καὶ τὰς φαντασίας ἐξετάζοντος καὶ τῶν αἰσθητικῶν πείσεων, ὡς ὁ Σωκράτης ἔλεγεν, ἑαυτὸν ἀφειλκυκότος καὶ τοῖς θεοῖς ὑποτεταχότος ἑαυτὸν καὶ τῶν ἀνθρώπων προκηδομένου· εἰ τούτου πάντα τὰ ἄλλα μικρότερα καὶ εὐτελέστερα εὑρίσκεις, μηδενὶ χώραν δίδου ἑτέρῳ, πρὸς ὃ ῥέψας ἅπαξ καὶ ἀποκλίνας οὐκέτι ἀπερισπάστως τὸ ἀγαθὸν ἐκεῖνο, τὸ ἴδιον καὶ τὸ σόν, προτιμᾶν δυνήσῃ.
但是,如果看起来没有任何东西比安置在你内心的神明更好——它已使自己的冲动服从于自身,审查表象,并正如苏格拉底所说,使自己摆脱感官的诱惑,使自己服从于众神,并关怀人类;如果你发现其他一切东西都比这更渺小、更无价值,那就不要给其他任何东西留有余地,因为一旦你向它倾斜并偏离,你将再也无法毫无分心地优先选择那属于你的、你特有的善。
§3.6.3ἀντικαθῆσθαι γὰρ τῷ λογικῷ καὶ πολιτικῷ ἀγαθῷ οὐ θέμις οὐδʼ ὁτιοῦν ἑτερογενές, οἷον τὸν παρὰ τῶν πολλῶν ἔπαινον ἢ ἀρχὰς ἢ πλοῦτον ἢ ἀπολαύσεις ἡδονῶν·
因为任何异质的东西,例如众人的赞美、官职、财富或肉体享乐,都不应该与理性和社会的善对立。
πάντα ταῦτα, κἂν πρὸς ὀλίγον ἐναρμόζειν δόξῃ, κατεκράτησεν ἄφνω καὶ παρήνεγκεν.
所有这些东西,即使在短时间内似乎能够和谐相处,也会突然占据上风并将我们带走。
σὺ δέ, φημί, ἁπλῶς καὶ ἐλευθέρως ἑλοῦ τὸ κρεῖττον καὶ τούτου ἀντέχου· “κρεῖττον δὲ τὸ συμφέρον.
但是,我说,你要单纯而自由地选择那更好的东西,并坚守它:“而更好的也就是有益的。
” εἰ μὲν τὸ ὡς λογικῷ, τοῦτο τήρει· εἰ δὲ τὸ ὡς ζῴῳ, ἀπόφηναι, καὶ ἀτύφως φύλασσε τὴν κρίσιν· μόνον ὅπως ἀσφαλῶς τὴν ἐξέτασιν ποιήσῃ.
”如果这作为理性存在是对你有益的,那就坚守它;如果作为动物是对你有益的,那就公开声明,并毫不自满地维持你的判断;只要确保你能安全地进行这项审查。

词汇与语法注释

  1. §3.6.1εν οις κατα τον λογον τον ορθον πρασσοντα σε παρεχεται — 解释为“在(你的理性)使你能够按照正确理性行动的事情上”。动词 παρέχεται(παρέχω 的中介语态)意为“使……呈现某种状态”。其隐含的主语是前文的 τὴν διάνοιάν σου(你的心灵),宾格短语 πράσσοντά σε 作为其宾语,表示“你行动”的状态。
  2. §3.6.2τας τε ιδιας ορμας υποτεταχοτος εαυτω και τας φαντασιας εξεταζοντος — 这一系列属格分词(ὑποτεταχότος, ἐξετάζοντος, ἀφειλκυκότος, ὑποτεταχότος, προκηδομένου)的开始,修饰前面的属格名词短语 αὐτοῦ τοῦ ἐνιδρυμένου ἐν σοὶ δαίμονος(安置在你内心的神明本身),该名词短语是比较级 κρεῖττον 的比较对象。这些分词以属性方式描述了内在神明的特征和活动。
  3. §3.6.3ει μεν το ως λογικω — 此处省略了前文引用句 “κρεῖττον δὲ τὸ συμφέρον” 中的名词性短语 τὸ συμφέρον(有益的东西)。应理解为“如果(这有益的东西)作为理性存在(对你有益)”。短语 ὡς λογικῷ 意为“作为理性存在”(关系与格)。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §3.6.1-3.6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:3.6.1-3.6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。