§3.2.1Χρὴ καὶ τὰ τοιαῦτα παραφυλάσσειν, ὅτι καὶ τὰ ἐπιγινόμενα τοῖς φύσει γινομένοις ἔχει τι εὔχαρι καὶ ἐπαγωγόν.
我们也应当注意此类事物,即那些附随于自然产生之物而出现的事物,也具有某种优雅与吸引力。
οἷον ἄρτου ὀπτωμένου παραρρήγνυταί τινα μέρη· καὶ ταῦτα οὖν τὰ διέχοντα οὕτως καὶ τρόπον τινὰ παρὰ τὸ ἐπάγγελμα τῆς ἀρτοποιίας ἔχοντα ἐπιπρέπει πως καὶ προθυμίαν πρὸς τὴν τροφὴν ἰδίως ἀνακινεῖ.
例如,当面包烘烤时,有些地方会裂开;因此,这些如此裂开、且在某种程度上违背面包制作技术初衷的部分,不知怎的却显得十分美观,并以其特有的方式唤起人们的食欲。
§3.2.2πάλιν τε τὰ σῦκα ὁπότε ὡραιότατά ἐστι, κέχηνε καὶ ἐν ταῖς δρυπεπέσιν ἐλαίαις αὐτὸ τὸ ἐγγὺς τῇ σήψει ἴδιόν τι κάλλος τῷ καρπῷ προστίθησι.
此外,当无花果最成熟时,它们会裂开口子;而在树上成熟的橄榄中,那接近腐烂的状态本身也为果实增添了独特的温美。
καὶ οἱ στάχυες κάτω νεύοντες καὶ τὸ τοῦ λέοντος ἐπισκύνιον καὶ ὁ τῶν συῶν ἐκ τοῦ στόματος ῥέων ἀφρὸς καὶ πολλὰ ἕτερα, κατ’ ἰδίαν εἴ τις σκοποίη, πόρρω ὄντα τοῦ εὐειδοῦς, ὅμως διὰ τὸ τοῖς φύσει γινομένοις ἐπακολουθεῖν συνεπικοσμεῖ καὶ ψυχαγωγεῖ·
还有,那垂下的麦穗、狮子的皱眉、野猪口中流出的唾沫,以及许多其他事物,如果人们单独去审视它们,虽然它们远离了美观,但由于它们附随于自然产生之物,仍然共同起到了装饰的作用,并且引人入胜。
§3.2.3ὥστε, εἴ τις ἔχει πάθος καὶ ἔννοιαν βαθυτέραν πρὸς τὰ ἐν τῷ ὅλῳ γινόμενα, σχεδὸν οὐδὲν οὐχὶ δόξει αὐτῷ καὶ τῶν κατ̓ ἐπακολούθησιν συμβαινόντων ἡδέως πως διασυνίστασθαι.
因此,如果一个人对宇宙中发生的事物怀有更深的感受和理解,那么在那些作为附随现象而发生的事情中,几乎没有什么是他不会觉得是以某种令人愉悦的方式和谐地构成的。
οὗτος δὲ καὶ θηρίων ἀληθῆ χάσματα οὐχ ἧσσον ἡδέως ὄψεται ἢ ὅσα γραφεῖς καὶ πλάσται μιμούμενοι δεικνύουσιν, καὶ γραὸς καὶ γέροντος ἀκμήν τινα καὶ ὥραν καὶ τὸ ἐν παισὶν ἐπαφρόδιτον τοῖς ἑαυτοῦ σώφροσιν ὀφθαλμοῖς ὁρᾶν δυνήσεται·
这样的人不仅能以不亚于欣赏画家和雕塑家模仿之作的愉悦,去观赏猛兽真实的张口,而且能用自己节制的眼睛,去发现老妇与老翁的某种圆熟与美感,以及孩童身上的可爱。
καὶ πολλὰ τοιαῦτα οὐ παντὶ πιθανά, μόνῳ δὲ τῷ πρὸς τὴν φύσιν καὶ τὰ ταύτης ἔργα γνησίως ᾠκειωμένῳ προσπεσεῖται.
许多诸如此类的事情并不是对每个人都有说服力,而只会展现在那些真正与自然及其作品亲密相契的人面前。