§2.5.1Πάσης ὥρας φρόντιζε στιβαρῶς ὡς Ῥωμαῖος καὶ ἄρρην τὸ ἐν χερσὶ μετὰ τῆς ἀκριβοῦς καὶ ἀπλάστου σεμνότητος καὶ φιλοστοργίας καὶ ἐλευθερίας καὶ δικαιότητος πράσσειν καὶ σχολὴν σαυτῷ ἀπὸ πασῶν τῶν ἄλλων φαντασιῶν πορίζειν.
在每一个时刻,都要作为一个罗马人和一个男子汉,坚定地致力于以严谨而自然庄重的态度、仁爱、自由和正义去完成手头的工作,并让自己从所有其他杂念中解脱出来。
ποριεῖς δέ, ἂν ὡς ἐσχάτην τοῦ βίου ἑκάστην πρᾶξιν ἐνεργῇς, ἀπηλλαγμένος πάσης εἰκαιότητος καὶ ἐμπαθοῦς ἀποστροφῆς ἀπὸ τοῦ αἱροῦντος λόγου καὶ ὑποκρίσεως καὶ φιλαυτίας καὶ δυσαρεστήσεως πρὸς τὰ συμμεμοιραμένα.
如果你把每一次活动都当作生命中的最后一次来做,免除一切盲目性,免除对主导理性的冲动背叛,免除伪善、自私自利以及对分配给你的命运的不满,你就能做到这一点。
ὁρᾷς πῶς ὀλίγα ἐστίν, ὧν κρατήσας τις δύναται εὔρουν καὶ θεουδῆ βιῶσαι βίον· καὶ γὰρ οἱ θεοὶ πλέον οὐδὲν ἀπαιτήσουσι παρὰ τοῦ ταῦτα φυλάσσοντος.
你看,只要掌握了多么少的事情,人就能够过上顺畅而敬神的生活;因为对于遵守这些要求的人,神明自己也不会再有更多的要求了。