§2.16.1Ὑβρίζει ἑαυτὴν ἡ τοῦ ἀνθρώπου ψυχὴ μάλιστα μέν, ὅταν ἀπόστημα καὶ οἷον φῦμα τοῦ κόσμου, ὅσον ἐφ̓ ἑαυτῇ, γένηται·
人的灵魂首先和最主要是在,就其自身而言,变成宇宙的脓肿和仿佛赘瘤时,伤害自身。
τὸ γὰρ δυσχεραίνειν τινὶ τῶν γινομένων ἀπόστασίς ἐστι τῆς φύσεως, ἧς ἐν μέρει αἱ ἑκάστου τῶν λοιπῶν φύσεις περιέχονται.
因为对发生的任何事情表示不满,都是对自然的分离,而在该自然中,其他所有个体的自然都作为部分被包含其中。
ἔπειτα δέ, ὅταν ἄνθρωπόν τινα ἀποστραφῇ ἢ καὶ ἐναντία φέρηται ὡς βλάψουσα, οἷαί εἰσιν αἱ τῶν ὀργιζομένων.
第二,当它背弃任何人,或者甚至怀着伤害的意图与人对抗时,就像那些发怒者的灵魂那样。
τρίτον ὑβρίζει ἑαυτήν, ὅταν ἡσσᾶται ἡδονῆς ἢ πόνου.
第三,当它屈服于快乐或痛苦时,它伤害自身。
τέταρτον, ὅταν ὑποκρίνηται καὶ ἐπιπλάστως καὶ ἀναλήθως τι ποιῇ ἢ λέγῃ.
第四,当它戴上假面,虚伪且不诚实地做任何事或说任何话时。
πέμπτον, ὅταν πρᾶξίν τινα ἑαυτῆς καὶ ὁρμὴν ἐπ’ οὐδένα σκοπὸν ἀφιῇ, ἀλλ’ εἰκῇ καὶ ἀπαρακολουθήτως ὁτιοῦν ἐνεργῇ, δέον καὶ τὰ μικρότατα κατὰ τὴν ἐπὶ τὸ τέλος ἀναφορὰν γίνεσθαι·
第五,当它将自己的任何行为和冲动不指向任何目标,而是漫无目的地、毫无思虑地做任何事时,然而即便是最小的事,也应当参照终极目标来进行。
τέλος δὲ λογικῶν ζῴων τὸ ἕπεσθαι τῷ τῆς πόλεως καὶ πολιτείας τῆς πρεσβυτάτης λόγῳ καὶ θεσμῷ.
而理性动物的目标,则是遵循最古老的城邦与政体的理性与法则。