Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §2.17.1-2.17.2

人生的流转与作为唯一指引的哲学

第 34 段,共 486 段 · 希腊语

内容简介

将人生的短暂、身体的脆弱及死后名声的空虚进行对比,指出在这种不稳定的世界中,唯有哲学才是引导我们的唯一力量。

§2.17.1Τοῦ ἀνθρωπίνου βίου ὁ μὲν χρόνος στιγμή, ἡ δὲ οὐσία ῥέουσα, ἡ δὲ αἴσθησις ἀμυδρά, ἡ δὲ ὅλου τοῦ σώματος σύγκρισις εὔσηπτος, ἡ δὲ ψυχὴ ῥόμβος, ἡ δὲ τύχη δυστέκμαρτον, ἡ δὲ φήμη ἄκριτον·
在人的一生中,时间只是瞬间,实质处于流转之中,感觉是模糊的,整个身体的组合是易腐的,灵魂如陀螺,命运难以预测,名声无法判定。
συνελόντι δὲ εἰπεῖν, πάντα τὰ μὲν τοῦ σώματος ποταμός, τὰ δὲ τῆς ψυχῆς ὄνειρος καὶ τῦφος, ὁ δὲ βίος πόλεμος καὶ ξένου ἐπιδημία, ἡ δὲ ὑστεροφημία λήθη.
简言之,属于身体的一切皆如河流,属于灵魂的一切皆如梦幻与烟雾,生命是一场战争与异乡人的旅居,而死后的名声则是遗忘。
§2.17.2τί οὖν τὸ παραπέμψαι δυνάμενον;
那么,有什么能引导我们呢?
ἓν καὶ μόνον φιλοσοφία·
唯有一物,那就是哲学。
τοῦτο δὲ ἐν τῷ τηρεῖν τὸν ἔνδον δαίμονα ἀνύβριστον καὶ ἀσινῆ, ἡδονῶν καὶ πόνων κρείσσονα, μηδὲν εἰκῇ ποιοῦντα μηδὲ διεψευσμένως καὶ μεθ̓ ὑποκρίσεως, ἀνενδεῆ τοῦ ἄλλον ποιῆσαί τι ἢ μὴ ποιῆσαι· ἔτι δὲ τὰ συμβαίνοντα καὶ ἀπονεμόμενα δεχόμενον ὡς ἐκεῖθέν ποθεν ἐρχόμενα, ὅθεν αὐτὸς ἦλθεν· ἐπὶ πᾶσι δὲ τὸν θάνατον ἵλεῳ τῇ γνώμῃ περιμένοντα ὡς οὐδὲν ἄλλο ἢ λύσιν τῶν στοιχείων, ἐξ ὧν ἕκαστον ζῷον συγκρίνεται.
而这在于:保持内心的神灵不受凌辱、免遭伤害,超越于快乐和痛苦之上,不做任何无目的之事,也不做任何虚伪和做作之事,无需他人做或不做任何事;而且,将发生和分配给自己的事情,作为源自自己所来的同一地方而予以接受;最重要的是,以安详的心态等待死亡,将其视为不过是构成每个生物的元素的分解。
εἰ δὲ αὐτοῖς τοῖς στοιχείοις μηδὲν δεινὸν ἐν τῷ ἕκαστον διηνεκῶς εἰς ἕτερον μεταβάλλειν, διὰ τί ὑπίδηταί τις τὴν πάντων μεταβολὴν καὶ διάλυσιν;
如果对于元素自身而言,每个元素不断地转化为另一个元素并无什么可怕,那么人们又何必畏惧万物的变化和分解呢?
κατὰ φύσιν γάρ· οὐδὲν δὲ κακὸν κατὰ φύσιν.
因为这是顺应自然的,而凡是顺应自然的皆非恶事。
Τὰ ἐν Καρνούντῳ.
写于卡农图姆。

词汇与语法注释

  1. §2.17.1συνελόντι δὲ εἰπεῖν — 意为“简而言之”的惯用独立与格不定式结构。分词 συνελόντι 是 συναιρέω(收缩、总结)的不定过去时与格分词,在此用作表示判断主体的关系与格。
  2. §2.17.2τοῦ ἄλλον ποιῆσαί τι ἢ μὴ ποιῆσαι — 冠词性不定式 τοῦ ποιῆσαι 和 μὴ ποιῆσαι 构成了由形容词 ἀνενδεῆ(不需要、不缺乏)所支配的属格结构。ἄλλον(他人)作为这些不定式的逻辑主语,以宾格形式出现。
  3. §2.17.2ἐν τῷ ἕκαστον διηνεκῶς εἰς ἕτερον μεταβάλλειν — 介词 ἐν 所支配的冠词性不定式结构 τῷ... μεταβάλλειν。ἕκαστον(每个元素)作为该不定式的逻辑主语以宾格形式出现,意为“在每个元素不断转化为另一个元素的过程中”。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §2.17.1-2.17.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:2.17.1-2.17.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。