Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §2.11.1-2.11.4

赴死的准备、神意与生死中立论

第 28 段,共 486 段 · 希腊语

内容简介

告诫自己要时刻做好离世的准备,论证神明与宇宙本性的存在及其对人类的眷顾,并指出生死、贫富等外在事物既非善亦非恶。

§2.11.1Ὡς ἤδη δυνατοῦ ὄντος ἐξιέναι τοῦ βίου, οὕτως ἕκαστα ποιεῖν καὶ λέγειν καὶ διανοεῖσθαι.
正如立刻离开人世是可能的那样,要如此去行、去说、去思考每一件事。
τὸ δὲ ἐξ ἀνθρώπων ἀπελθεῖν, εἰ μὲν θεοὶ εἰσίν, οὐδὲν δεινόν· κακῷ γάρ σε οὐκ ἂν περιβάλοιεν·
然而从人间离去,如果神明存在,这绝非什么可怕的事;因为他们绝不会使你陷入祸害之中。
εἰ δὲ ἤτοι οὐκ εἰσὶν ἢ οὐ μέλει αὐτοῖς τῶν ἀνθρωπείων, τί μοι ζῆν ἐν κόσμῳ κενῷ θεῶν ἢ προνοίας κενῷ;
但是,如果他们要么不存在,要么不关心人间之事,那么生活在一个没有神明或没有神意的世界里,对我又有什么意义呢?
§2.11.2ἀλλὰ καὶ εἰσὶ καὶ μέλει αὐτοῖς τῶν ἀνθρωπείων καὶ τοῖς μὲν κατ’ ἀλήθειαν κακοῖς ἵνα μὴ περιπίπτῃ ὁ ἄνθρωπος, ἐπ’ αὐτῷ τὸ πᾶν ἔθεντο·
然而,他们不仅存在,而且确实关心人间之事,并且为了使人不至于陷入真正的祸害之中,他们已将一切都置于人自己的掌控之中。
τῶν δὲ λοιπῶν εἴ τι κακὸν ἦν, καὶ τοῦτο ἂν προείδοντο, ἵνα ἐπὶ παντὶ ᾖ τὸ μὴ περιπίπτειν αὐτῷ.
至于其余的事,如果其中有什么是祸害,他们也会预先考虑到,以便使人完全有可能不陷入其中。
ὃ δὲ χείρω μὴ ποιεῖ ἄνθρωπον, πῶς ἂν τοῦτο βίον ἀνθρώπου χείρω ποιήσειεν;
然而,那不能使人变得更坏的东西,又怎能使人的生活变得更坏呢?
§2.11.3οὔτε δὲ κατ’ ἄγνοιαν οὔτε εἰδυῖα μέν, μὴ δυναμένη δὲ προφυλάξασθαι ἢ διορθώσασθαι ταῦτα ἡ τῶν ὅλων φύσις παρεῖδεν ἄν, οὔτ’ ἂν τηλικοῦτον ἥμαρτεν ἤτοι παρ’ ἀδυναμίαν ἢ παρ’ ἀτεχνίαν, ἵνα τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἐπίσης τοῖς τε ἀγαθοῖς ἀνθρώποις καὶ τοῖς κακοῖς πεφυρμένως συμβαίνῃ.
万物的本性既不会因无知而忽视这些,也不会在知情却无力预防或纠正的情况下予以放任;它也不会因为能力不足或技术欠缺而犯下如此大错,以至于让好事和坏事同样、混乱地发生在好人和坏人身上。
§2.11.4θάνατος δέ γε καὶ ζωή, δόξα καὶ ἀδοξία, πόνος καὶ ἡδονή, πλοῦτος καὶ πενία, πάντα ταῦτα ἐπίσης συμβαίνει ἀνθρώπων τοῖς τε ἀγαθοῖς καὶ τοῖς κακοῖς, οὔτε καλὰ ὄντα οὔτε αἰσχρά.
而死亡与生存、名誉与耻辱、痛苦与快乐、财富与贫穷,所有这些都同样发生在好人和坏人身上,它们既非高尚,亦非卑劣。
οὔτ’ ἄρ’ ἀγαθὰ οὔτε κακά ἐστι.
因此,它们既非善,亦非恶。

词汇与语法注释

  1. 2.11.1Ὡς ἤδη δυνατοῦ ὄντος ἐξιέναι τοῦ βίου — 由助词 ὡς 引导的属格独立结构。非人称表达 δυνατὸν ὄν(……是可能的)变为属格形式 δυνατοῦ ὄντος,不定式 ἐξιέναι 的逻辑主语被省略。ὡς 表示主观的假定,意为“仿佛……”。
  2. 2.11.2τῶν δὲ λοιπῶν εἴ τι κακὸν ἦν, καὶ τοῦτο ἂν προείδοντο — 一个与事实相反的条件句(条件从句用 εἰ 加未完成过去时直陈语气,主句用 ἄν 加不定过去时直陈语气)。它描述了一个与事实相反的假设:如果神明将这些其余的事物视为祸害,他们早就预先做好了防范。
  3. 2.11.3παρεῖδεν ἄν, οὔτ’ ἂν τηλικοῦτον ἥμαρτεν — 助词 ἄν 结合不定过去时直陈语气(παρεῖδεν 和 ἥμαρτεν),表示与过去事实相反的可能性(“绝不会忽视”、“绝不会犯下如此错误”)。主语是 ἡ τῶν ὅλων φύσις(万物的本性),强烈表明自然不可能犯下此类错误。
  4. 2.11.4ἀνθρώπων τοῖς τε ἀγαθοῖς καὶ τοῖς κακοῖς — 属格 ἀνθρώπων 是限定与格名词短语(τοῖς τε ἀγαθοῖς καὶ τοῖς κακοῖς,“对好人和坏人”)的部分属格,意为“在人类之中,无论是对好人还是坏人”。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §2.11.1-2.11.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:2.11.1-2.11.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。