Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §2.1.1

清晨的自省与同胞间的协作

第 18 段,共 486 段 · 希腊语

内容简介

作者建议每天清晨作好面对他人缺点与无礼的准备,理解这些瑕疵源于对善恶的无知,并强调人与人因共享理性而为同胞,理应如身体器官般协作而不应相互排斥。

§2.1.1Ἕωθεν προλέγειν ἑαυτῷ· συντεύξομαι περιέργῳ, ἀχαρίστῳ, ὑβριστῇ, δολερῷ, βασκάνῳ, ἀκοινωνήτῳ·
清晨时,预先对自己说:我将遇到爱管闲事的人、忘恩负义的人、傲慢无礼的人、欺诈的人、嫉妒的人、不合群的人。
πάντα ταῦτα συμβέβηκεν ἐκείνοις παρὰ τὴν ἄγνοιαν τῶν ἀγαθῶν καὶ κακῶν.
所有这些性质之所以发生在他们身上,是因为他们对善恶的无知。
ἐγὼ δὲ τεθεωρηκὼς τὴν φύσιν τοῦ ἀγαθοῦ ὅτι καλόν, καὶ τοῦ κακοῦ ὅτι αἰσχρόν, καὶ τὴν αὐτοῦ τοῦ ἁμαρτάνοντος φύσιν ὅτι μοι συγγενής, οὐχὶ αἵματος ἢ σπέρματος τοῦ αὐτοῦ, ἀλλὰ νοῦ καὶ θείας ἀπομοίρας μέτοχος, οὔτε βλαβῆναι ὑπό τινος αὐτῶν δύναμαι· αἰσχρῷ γάρ με οὐδεὶς περιβαλεῖ· οὔτε ὀργίζεσθαι τῷ συγγενεῖ δύναμαι οὔτε ἀπέχθεσθαι αὐτῷ.
然而,我已洞察了善的本性是美的,恶的本性是丑的,也洞察了犯错者本人的本性与我是同胞——这并非因为源自相同的血统或种子,而是因为共同分享着理性和神圣的分赐——因此我既不可能受到他们中任何一人的伤害,因为没有人能使我陷入丑行,也不可能对我的同胞动怒,或去憎恨他。
γεγόναμεν γὰρ πρὸς συνεργίαν ὡς πόδες, ὡς χεῖρες, ὡς βλέφαρα, ὡς οἱ στοῖχοι τῶν ἄνω καὶ κάτω ὀδόντων.
因为我们是为了合作而生的,就像双脚、双手、双眼睑,以及上下排的牙齿一样。
τὸ οὖν ἀντιπράσσειν ἀλλήλοις παρὰ φύσιν· ἀντιπρακτικὸν δὲ τὸ ἀγανακτεῖν καὶ ἀποστρέφεσθαι.
因此,彼此对抗是违背自然的;而心怀怨恨并转脸不顾,正是对抗的行为。

词汇与语法注释

  1. §2.1.1προλέγειν — 独立不定式(命令性不定式),表示命令语气,意为“(向自己)预言/宣告”。用于针对第二人称(自己或读者)发出指令。
  2. §2.1.1τὴν φύσιν τοῦ ἀγαθοῦ ὅτι καλόν — 先头提宾(prolepsis)结构。字面意思是“观察到善的本性,(知晓)它是美的”,在语法上将本应作为 ὅτι 从句主语的 τὴν φύσιν τοῦ ἀγαθοῦ 提前作为分词 τεθεωρηκώς 的直接宾语。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §2.1.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:2.1.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。